Ancient Greek · ~1 min
Dfhg-Source dfhg4_TIMAGETUS
TIMAGETUS, Fragmenta 1
Not analysed yet
Τιμάγητος δὲ ἐν αʹ Περὶ λιμένων τὸν Ἴστρον φησὶ καταφέρεσθαι ἐκ τῶν Κελτικῶν ὀρῶν, εἶτα ἐκδιδόναι εἰς Κελτικὴν λίμνην· μετὰ δὲ ταῦτα εἰς δύο σχίζεσθαι τὸ ὕδωρ, καὶ τὸ μὲν εἰς τὸν Εὔξεινον πόντον εἰσβάλλειν, τὸ δὲ εἰς τὴν Κελτικὴν θάλασσαν· διὰ δὲ τούτου τοῦ στόματος πλεῦσαι τοὺς Ἀργοναύτας, καὶ ἐλθεῖν εἰς Τυρρηνίαν. Κατακολουθεῖ δὲ αὐτῷ καὶ Ἀπολλώνιος.