Ancient Greek
Dfhg-Source dfhg4_TIMAGETUS
TIMAGETUS, Fragmenta 1-2
Not analysed yet
Ἴστρον μιν καλέοντες: Τὸν Ἴστρον φησὶν ἐκ τῶν Ὑπερβορέων καταφέρεσθαι καὶ τῶν Ῥιπαίων ὀρῶν· οὕτω δὲ εἶπεν ἀκολουθῶν Αἰσχύλῳ ἐν Λυομένῳ Προμηθεῖ λέγοντι τοῦτο· καὶ τὸ μὲν (εἰς τὴν καθ ̓ ἡμᾶς θάλασσαν ἐκβάλλειν ῥεῖθρον· τὸ δὲ) εἰς τὴν Ποντικὴν θάλασσαν ἐκπίπτειν· τὸ δὲ, εἰς τὸν Ἀδριατικὸν κόλπον . . . . Οὐδεὶς δὲ ἱστορεῖ, διὰ τούτου τοὺς Ἀργοναύτας εἰσπεπλευκέναι εἰς τὴν ἡμετέραν θάλασσαν, ἔξω Τιμαγήτου, ᾧ ἠκολούθησεν Ἀπολλώνιος.