Ancient Greek · ~4 min
2 to 6
TIMAGETUS, Fragmenta 2-6
Not analysed yet
Καλὸν δὲ διὰ στόμα: Τρία στόματα ἔχει ὁ Ἴστρος· ὧν ἓν λέγεται Καλὸν στόμα, ὥς φησι Τιμάγητος ἐν τῷ Περὶ λιμένων· εἰς ὅ φησι πλεῦσαι τὸν Ἄψυρτον, Ἀγγούρου ὄρεος] Πλησίον Ἴστρου ποταμοῦ. Μνημονεύει δὲ αὐτοῦ Τιμάγητος ἐν Λιμέσιν. Τὴν Ἀρητιάδα νῆσόν φασιν ὑπὸ Ὀτρήρας τῆς Ἄρεος κατοικισθῆναι. Περὶ δὲ τῶν ἐν αὐτῇ ὀρνέων μέμνηται Τιμάγητος. Εἰσὶ δὲ σιδηρόπτεροι, αἳ λέγονται Στυμφαλίδες. Εἰ δὲ ἐπὶ κίνδυνον αὐτοὺς (τοὺς Ἀργοναύτας) ἔπεμπεν ὁ Πελίας, διὰ τί ὁ υἱὸς αὐτοῦ ἐξήρχετο; καὶ οὗτος μέν φησιν, ἄκοντος τοῦ πατρός. Δημάγητος δὲ, ὅτι ἐκέλευσεν ὁ Πελίας τὴν Ἀργὼ ἀραιοῖς γόμφοις παγῆναι, ἵνα ταχέως ἀπολέσῃ αὐτούς· ὁ δὲ Ἄργος τοὐναντίον πεποίηκεν. Τὸ δὴ πιστὸν ἔχων παρὰ τοῦ τέκτονος ὁ Ἄκαστος ἐπέβη. Ἀκτή· οὕτως ἡ Ἀττικὴ ἐκαλεῖτο ἀπὸ Ἀκταίου τινός . . . Ἔστι καὶ Ἀκτὴ Μαγνησίας, ἀφ ̓ ἧς Ἄκτιος καὶ Ἐπάκτιος Ἀπόλλων τιμᾶται. Ἔστι καὶ ἑτέρα Ἀκαρνανίας, ἧς μέμνηται Δημάγητος.