Ancient Greek
1 to 2
TIMAGORAS, Fragmenta 1-2
Not analysed yet
Ἐκ τῶν ὀδόντων ἐξεκύησεν ἡ γῆ ὁπλοφόρους ἄνδρας. Εἰσὶ δὲ οὗτοι ἐξ αὐτῶν ὑπολειφθέντες, Πέλωρ, Ἐχίων, Οὐδαῖος, χθόνιος, Ὑπερήνωρ, κατὰ δὲ Τιμαγόραν καὶ Κρέων. Σπάρτη, Λακωνικὸν χωρίον, ἀπὸ τῶν μετὰ Κάδμου Σπαρτῶν, περὶ ὧν Τιμαγόρας φησὶν, ἐκπεσόντας (δὲ) αὐτοὺς εἰς τὴν Λακωνικὴν Σπάρτην ἀφ ̓ ἑαυτῶν ὀνομάσαι.