Ancient Greek
Dfhg-Source dfhg4_TIMAGORAS
TIMAGORAS, Fragmenta 3
Not analysed yet
Περὶ δὲ τοῦ πλήθους τῶν Νιοβιδῶν αὐτὸς Εὐριπίδης ἐν Κρεσφόντῃ φησί· . . . «Καὶ δὶς ἕπτ ̓ αὐτῆς τέκνα Νιόβης θανόντα Λοξίου τοξεύμασιν.» Ὅμως (l. ὁμοίως) καὶ Αἰσχύλος ἐν Νιόβῃ, καὶ Ἀριστοφάνης δὲ ἐν δράματι Νιόβης ὁμοίως ζʹ αὐτὰς λέγουσιν, εἶναι δὲ ἑπτὰ καὶ τοὺς ἄρρενας. Τιμαγόρας δὲ ἐν τοῖς Θηβαῖκοῖς φησὶν ὡς κακῶς πάσχοντες ὑπὸ τῶν περὶ Ἀμφίονα οἱ Σπαρτοὶ ἀνεῖλον αὐτοὺς λοχήσαντες ἀπιόντας εἰς Ἐλευθερὰς ἐπὶ πατρικὴν θυσίαν, τὴν δὲ Νιόβην εἴασαν ζῆν διὰ Πέλοπα· ἄλλοι δὲ ἄλλως ἱστοροῦσι περὶ αὐτῆς.