Ancient Greek
190.3
Timon, Fragmenta Et Tituli 190.3
Unproofread scanNot analysed yet
ἀναγκαῖως δ’ ἔχει πρὸ παντὸς διασκέψασθαι περὶ τῆς αὐτῶν 1 ἡμῶν γνώσεως· εἰ γὰρ αὐτοὶ μηδὲν πεφεύχαμεν γνωρίζειν, οὐδὲν ἔτι δεῖ περὶ τῶν ἄλλων σκοπεῖν. ἐγένοντο μὲν οὖν καὶ τῶν πάλαι 2 τινὲς οἱ ἀρνήσαντες τήνδε τὴν φωνήν, οἷς ἀντεῖργεν Ἀριστοτέλης. 5 ἴσχυσε μέντοι τοιαῦτα λέγων καὶ Πύρρων ὁ Ἠλεῖος· ἀλλ’ αὐτὸς μὲν οὐδὲν ἐν γραφῇ καταλέλοιπεν, ὁ δὲ μαθητὴς αὐτοῦ Τίμων φησὶ δεῖν τὸν μέλλοντα εὐδαιμονῆσαι εἰς τρία ταῦτα βλέπειν· πρῶτον μὲν ὅποια πέφυκε τὰ πράγματα, δεύτερον δὲ τίνα χρὴ τρόπον ἡμᾶς πρὸς αὐτὰ διακείσθαι, τελευταῖον δὲ τί περιέσται 10 τοῖς οὕτως ἔχουσι. τὰ μὲν οὖν πράγματα φησιν αὐτὸν ἀποφαί- 3