Ancient Greek
191.1
Timon, Fragmenta Et Tituli 191.1
Unproofread scanNot analysed yet
νειν ἐπ’ ἴσης ἀδιάφορα καὶ ἀστάθμητα καὶ ἀνεπίκριτα· διὰ τοῦτο μήτε τὰς αἰσθήσεις ἡμῶν μήτε τὰς δόξας ἀληθεύειν ἢ ψεύδεσθαι. διὰ τοῦτο οὐν μηδὲ πιστεύειν αὐταῖς δεῖν, ἀλλ’ ἀδοξάστους καὶ ἀκλίνεις καὶ ἀκραδάντους εἶναι, περὶ ἑνὸς ἑκάστου λέγοντας ὅτι οὐ μᾶλλον ἐστὶν ἢ οὐκ ἐστίν, ἢ καὶ ἐστὶ καὶ οὐκ ἐστίν, ἢ οὔτε ἐστὶν οὔτε οὐκ ἐστίν. τοῖς μέντοι γε διακειμένοις οὕτω περιέσεσθαι Τίμων φησὶ πρῶτον μὲν ἀγασίαν, ἔπειτα δ’ ἀταραξίαν, Αἰνησίδῃμος δ’ ἡδονήν. τὰ μὲν οὖν κεφάλαια τῶν λεγομένων ἐστὶ ταῦτα· σκεψώμεθα δ’ εἰ ὀρθῶς λέγουσιν. ἐπεὶ τοίνυν ἐπ’ ἴσης ἀδιάφορα πάντα φασὶν εἶναι καὶ διὰ τοῦτο κελεύουσι μηδὲν προστιθέσθαι μηδὲ δοξάζειν, εἰκῶτως ἂν οἴμαι πύθοιτό τις αὐτῶν, ἆρὰ γε διαμαρτάνουσιν οἱ διαφέρειν αὐτὰ νομίζοντες ἢ οὔ; πάντως γάρ, εἰ μὲν ἀμαρτάνουσιν, οὐχ ὀρθῶς ὑπολαμβάνοιεν ἂν. ὥστε ἀνάγκη λέγειν αὐτοῖς εἶναι τινὰς τοὺς τὰ ψευδῆ περὶ τῶν ὄντων δοξάζοντας· αὐτοὶ τοίνυν εἰσὶν ἂν οἱ τἀληθῆ λέγοντες· οὕτω δὲ εἴη ἂν ἀλήθης τι καὶ ψεῦδος. εἰ δ’ οὐχ ἀμαρτάνομεν οἱ πολλοὶ τὰ ὄντα διαφέρειν οἴδμενοι, τί μαθόντες ἐπιπλήττουσιν ἡμῖν; αὐτοὶ γὰρ ἀμαρτάνοιεν ἂν ἀξιοῦντες μὴ διαφέρειν αὐτά. καὶ μήν εἰ καὶ δώμεν αὐτοῖς ἐπ’ ἴσης ἀδιάφορα πάντα εἶναι, δῆλον ὡς οὐχ ἂν διαφέροιεν οὐδ’ αὐτοὶ τῶν πολλῶν. τίς οὖν εἴη ἂν αὐτῶν ἢ σοφία; καὶ διὰ τί Τίμων τοῖς μὲν ἄλλοις λοιδορεῖται πᾶσι, Πύρρωνα δ’ ὑμνεῖ μόνον; ἐπὶ γε μήν εἰ πάντα ἐπ’ ἴσης ἐστὶν ἀδιάφορα καὶ διὰ τοῦτο χρή μηδὲν δοξάζειν, οὐχ ἂν οὐδὲ ταῦτα διαφέροι· λέγω δὲ τὸ διαφέρειν ἢ μὴ διαφέρειν καὶ τὸ δοξάζειν ἢ μὴ δοξάζειν. τί γὰρ μᾶλλον τοιαῦτά ἐστιν ἢ οὐκ ἐστίν; ἢ, ὡς φησὶ Τίμων, διὰ τί ναι καὶ διὰ τί οὔ, καὶ αὐτὸ τὸ διὰ τί διὰ τί; φανερὸν οὖν ὡς ἀναιρεῖται τὸ ζητεῖν. ὥστε πανσάσθωσαν ἐνοχλοῦντες. ἐπεὶ νῦν γε μεμύησι πύρρω τέχνης ἅμα μὲν ἡμῖν διακελευόμενοι μὴ δοξάζειν, ἅμα δὲ κελεύοντες αὐτὸ τοῦτο ποιεῖν, καὶ λέγοντες ὡς περὶ οὐδενὸς ἀπογαινεσθαι δεῖοι κάπεται ἀπογαινόμενοι. καὶ ἀξιοῦσι μὲν μηδενὶ συγκατατίθεσθαι, πειθεσθαι δὲ αὐτοῖς κελεύουσιν· εἶτα λέγοντες μηδὲν εἰδέναι πάντας ἐλέγχουσιν ὡς εὖ εἰδότες. ἀνάγκη τε τοὺς φάσκοντας ὡς ἀδηλα