Ancient Greek
307.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 307.1
Unproofread scanNot analysed yet
ἔθνος λέγεται, καὶ Δαλμάται καὶ Δαλματεῖς. Ἡ δὲ πόλις αὐτῶν Δάλμιον ἢ Δελμίνιον ἢ Δέλμινον. 98 Ὅτι καὶ ἐνταῦθα οὐ κατὰ κοινὴν κυριολοξίαν ἰσθμὸν εἶπε τὸν περὶ τοὺς Αὐσῶνας τὸν πλατύτατον· οὐ γὰρ ἐστένεται οὕτως ὁ τοιοῦτος ἰσθμός· διὸ ἐπάγει ὡς καὶ ἐν τοῖς πρὸ τούτου θεραπεύειν, λέγων ὅτι παραπέπταται ἀσπετος, πολυτενής, τρισσαῖς θαλάσσαις περίδρομος. Καὶ εὐθὺς ἐπάγει ποίας θαλάσσαις περιελήπται ὁ τοιοῦτος ἰσθμός, λέγων πᾶν γοργῶς ὅτι Τυρσηνὴ Σικελὴ τε καὶ Ἀδριάδι πληθούση. Εἶτα εἰπὼν ὅτι ἑκάστη τῶν τοιούτων τριῶν θαλασσῶν πρὸς τινὰ ἀνέμον τεκμαίρεται τὸν ὁλκόν, σχηματίζει πάλιν κατὰ γοργότητα οὕτω «Τυρσηνὴ λέφυρον, Σικελὴ νότον, Ἀδρίας εὖρον »φιλοτιμησάμενος ἐνὶ στίχῳ ἐνθεῖναι τὰς τε τρεῖς θαλάσσας καὶ τοὺς τρεῖς ἀνέμους, εἰς οὓς ἑκάστη τῷ ἑαυτῆς παραστέρεται ρέῃμα. Ὀποῖόν τι ποιήσας πρὸ τούτου, ὡς προγέγραπται, καὶ ἐν τῷ «πρῶτα μὲν Λιβύην, μετὰ δ᾽ Εὐρώπην Ἀσίην τε »τὰς τρεῖς ἠπείρους ἐκαὶ ἐνὶ ἐπεὶ συμπεριαδικών. Σημεῖωσαι δ᾽ ὅτι ἐνταῦθα μὲν Τυρσηνὴν ἀμειριτρίην, ἀνωτέρω δὲ Τυρρηνίδα θαλάσσαν εἶπεν, ἐν διαφόροις καταλήξεσιν.