Ancient Greek
307.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 307.3
Unproofread scanNot analysed yet
103 Ὅτι πρὸς τὰ νοτία τῆς Σικελιχῆς χθονὸς ἔλκεταί κόλπος ἴσως Λίβνης, νοτίαν Σύρτιν ἐλάσσων, τὴν ἑτέραν τὴν εὐρυτέραν· ἐνδοτέρω δὲ ταύτης δυτικωτέρα ἐστὶν ἡ ἑτέρα Σύρτις, ἀπαραυὸν ἔχουσα πόρον, ὁ ἐστὶ μικροτέρα οὖσα, ἥτις, φησί, τηλθὲν ἐρχομένην δέχεται πλημμυρίδα πόντου. Περὶ δὲ τῆς τοιαύτης πλημμυριδος ἐν τοῖς μετὰ ταῦτα ρηθήσεται. Σημειῶσαι δὲ ὅτι ἐνταῦθα ὁ περιηγητὴς τῇ ὑπὲρ προθέσει ἐπὶ τῶν νοτίων ἐχρήσατο, εἰπὼν ὑπὲρ Σικελιχῆς χθονὸς τὴν νοτίαν Σύρτιν ἐλάσσεσθαι. Ποιήσει δὲ τοῦτο πλειστάκις καὶ ἐν τοῖς εἰσέπειτα· ὥστε οὐκ ἐπὶ βορείων μόνον ἡ ὑπὲρ πρόθεσις τίθεται, διὰ τὸ ἕξαρμα τὸ ἐν αὐτοῖς, ἀλλὰ καὶ ἐπὶ τῶν νοτίων. Οὐδὲ γὰρ οὕτ᾽ ἐκεῖνα ἑστέργνται τοῦ εἰς ὕψος ἐξῆρθαι, εἰ καὶ ἡμῖν δοκεῖ ταπεινά. Ὅτι δὲ καὶ ἐπὶ βορείων τίθησι τὴν ὑπὲρ, ἐκδηλοτάτον ἐστιν. Ἔρει γοῦν ἐν τοῖς ἕξης «βορειοτέρη γαίης ὑπὰρ Εὐρωπαϊνής »,τοῦτέστι πρὸς τὰ βόρεια τῆς Εὐρώπης.