Ancient Greek
340.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 340.1
Unproofread scanNot analysed yet
ἀσιος· καὶ ὅτι πολλάκις μὲν οἱ Σκύθαι δι’ αὐτοῦ παραιοῦμενοι οὐδὲν ἐπασχον, συμφορὰς δὲ ποτε αὐτοῖς ἐπεισπεσούσης ἡρημυευθ᾽ Ἄννουβις ἢ Ἄννουσις, ὥσπερ τοῦ ἀμαρτεῖν ἐκείνους αἰτίαν ἔχων, τούτεστιν αἰτιώμενος διὰ τοῦ τοιούτου ὀνόματος ὑπ’ ἐκείνων κατὰ τὴν αὐτῶν γλῶσσαν, ὡς αἴτιος αὐτοῖς δυστυχίας γενόμενος. λέγει δὲ ἐκεῖνος καὶ ὅτι τῷ Ἴστρῳ παράλληλά εἰσιν ὅρη ἀπὸ Ἄδρίου μέχρι Εὐξεῖνου πόντου, πρῶτον τὰ Ἰλλυρικά, εἶτα τὰ Παιονικά, μεθ’ ἃ τὰ Θράκια, ὧν καὶ ὁ Αἴμος ἐστι, πρὸς τῷ Πόντῳ τῷ Εὐξεινῷ δηλαδὴ κείμενος. Μέση οὖν τούτων ἡ Παιονία, ὑψηλὴ πᾶσα, ἥς πρὸς Θράκην καὶ ἡ Ῥοδόπη κεῖται, ὅπου ἡ νῦν ὀνομαζομένη Κλοκοτινίτζα. Τινὲς δὲ οὕτω συντομεύεται περὶ τοῦ Ἴστρου φασίν· Ἴστρος δὲ τοῦς Παιῶνας παραμεῖδων ἐκ τῶν Ἑρκυνίων ὄρῶν ναυστίπορος ἐκ πηγῆς αἴρεται, καὶ σχιζόμενος τῇ μὲν εἰς τὸν Πόντον ῥεῖ, τῇ δὲ εἰς τὸν Ἄδριαν. 302. Ὅτι πρὸς βορρᾶν τῷ Ἴστρῳ ἔθνη κεῖται ταῦτα, Γερμανοί, Σαματάται, ἤτοι Σαρμάται, κατὰ ἐλλειψίν τοῦ δ ἀμεταδόλου, ὡς προγέγραπται, καὶ Γέται καὶ Βαστάρναι, Δακῶν τε ἀσπετος γῆ, καὶ Ἄλανοι καὶ Ταῦροι οἱ καὶ Ῥῶσοι, οἱ περὶ τὸν Ἀχιλλέως δρόμον, καὶ Μελάνχλαινοι καὶ Ἰππημολγοί, περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα γέγραπται, καὶ Νευροὶ καὶ Ἱππόποδες οἱ κατὰ τινὰς Χάζαροι, καὶ Γελωνοὶ καὶ Ἀγαθύρσοι· καὶ οὕτοι μὲν βόρειοι. Πρὸς νότον δὲ τῷ Ἴστρῳ Γέρραι, καὶ Ὠρίξια ἐρυμνὴ ἄσπετα, καὶ Παννόνιοι οἱ κατὰ τινὰς Βούλγαροι, καὶ Μοσοὶ Θρακῶν βορειότεροι, καὶ Θρᾶκες αὐτοὶ ἀπείρονα γαίας ἔχοντες. Τούτων δὲ τῶν ἔθνῶν περὶ μὲν Γερμανῶν ἐρέθη τὸ ἀρχοῦν, περὶ δὲ τῶν ἄφειξὲς εἰρήσεται, εἴ τι λόγου ἀξίων τῷ ἐπιτέμνοντι. 304. Ὅτι τὰ διὰ τοῦ ἄνους ἔθνικὰ ὀνόματα ἐκτείνει πρὸς τῷ Διονυσίῳ τὴν παραλήγουσαν, οἷον Βρεττανός, Γερμανός, Ἄλανός, Καρμανός, Λευκανός. Τὸ [δὲ] Ἡριδανὸς οὐκ ἔθνους ὄνομα, ποταμὸς γάρ· διὸ συμμελεῖ τῇ παραλήγουσαν, ὡς καὶ τὸ Ὠκεανός.