Ancient Greek
341.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 341.1
Unproofread scanNot analysed yet
"Ὅτι τοὺς Γέτας Διονύσιος μὲν πρὸς βορρᾶν τοῦ Ἴστρου οἶδεν, ὡς ἀνωτέρω εἴρηται· καθὰ καὶ τοὺς Σαρμάτας, οἱ ἔθνὸς εἰσὶ Σκυθικόν. Ἡρόδοτος δὲ μέρος οἴεται εἶναι τῶν Θρακῶν τοὺς Γέτας, ὃ δὲ Γεωγράφος τῷ ἐκάτερα τοῦ ποταμοῦ αὐτοῦ οἰκεῖν ἱστορεῖ, καὶ καὶ τοὺς Μυσούς καὶ τοὺς Ὀρᾶχας. Φιλογύμνοι δέ, φησίν, εἰσὶ καὶ περὶ τὸ θεῖον σπουδάζοντες. Παρ' οἷς ἦν καὶ ὁ Ζάμολξις Πυθαγόρα φοιτήσας καὶ τοὺς Αἰγυπτίους καὶ πολλὰ προειπών, καὶ θεὸς διὰ τοῦτο κληθεὶς, καὶ κοινωνῶν βασιλεῖ τῶν πραγμάτων. Ἐγένοντο δὲ ποτε οἱ Γέται, φησὶ καὶ τοὺς Ῥωμαίους φοβεροί, διαβαίνοντες τὸν Ἴστρον, καὶ λεηλατοῦντες τοὺς τὸν Ἠλιριοὺς καὶ τοὺς Ὀρᾶχας καὶ τοὺς Μακεδόνας. Νόμος δὲ Γετικὸς ἐπισαφάζεσθαι τὴν γυναῖκα τῷ ἀνδρὶ θανόντι, καὶ κιθαρίζειν ὅταν ἐπιχρυκεύωνται. Ἡρόδοτος δὲ καὶ τοξεύειν φησὶν αὐτοὺς ἄνω πρὸς τὴν βροντὴν καὶ τὴν ἀστραπὴν ἀπειλοῦντας τῷ θεῷ. Ἔτι φησὶν ὁ Γεωγράφος διαβῆναι μὲν ποτε τὸν Ἀλέξανδρον εἰς τοὺς πέραν Ἴστρου Γέτας, διὰ ταχέων δὲ ἀναστράψαι λαβόντα δῶρα. Λέγει δὲ καὶ ὡς εἰς τοσούτων αὐτοὶ τε καὶ οἱ Δάκαι ἠβύθησαν ποτε, ὥστε καὶ εἴκοσι μυριάδας ἐκπέμπειν στρατοῦ· ὕστερον δὲ συσταλόντες ἐργὸς ἤλθον τοῦ ὑπακούειν Ῥωμαίοις. Ὁ δὲ Ἰουλιανὸς ἐν τινὶ τῶν αὐτοῦ λόγῳν γράφει, ὅτι τοὺν Γετῶν ἔθνὸς τῶν πώποτε μαχιμωτάτων, διὰ τε ἀνδρίαν καὶ διὰ τὸν Ζάμολξιν ἐν τιμῇσιν· οὐ γὰρ ἀποθνῄσκειν ἀλλὰ μετοικίζειν νομίζοντες ἐτοιμώτερον θνησκουσι τὴν ἀποδημίαν ὑπομένειν. Καὶ Ἡρόδοτος δὲ ἀπαθανατίζοντας αὐτοὺς καλεῖ, διὰ τὸν βηθέντα γόητα Ζάμολξιν, ὃν καὶ δουλεύσαι αὐτὸς τῷ Πυθαγόρα φησίν. Ἱστορεῖ δὲ καὶ ἀνδρειοτάτους Θρακῶν τοὺς Γέτας καὶ δικαιοτάτους. Λέγει δὲ καὶ ὅτι εἶλεν αὐτοὺς ὁ Δαρεῖος, ὅτε σχεδὶα διαδὰς ἐκ τῆς Ἀσίας ἐπορεύετο διὰ τῆς Ὀρᾶχης.