Ancient Greek
415.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 415.3
Unproofread scanNot analysed yet
721. Ὅτι τὴν Κασπίαν θάλασσαν ὁ Διονύσιος πόρον ἀμείλιχον λέγει, ἐπὶ δὲ καὶ μεγάλην θάλασσαν. Διὰ τί δὲ μεγάλην; ὅτι οὐκ ἂν, φησίν, ἐκείνην νὴ περάσειας τριτάτης ἐπὶ κύκλῳ σελήνης, ὅ ἐστιν ἐπὶ μῆνας τρεῖς, δηλονότι κατὰ τὴν κύκλῳ περίοδον. Ἄλλως γὰρ εὐπέρατός ἐστι, μήκος μὲν πλῶν ἔχουσα τοῖς ἐρεσσοῦσι μ᾽ ἡμερῶν, εὖρος δὲ ὀκτὼ ἡμερῶν, ὅπου ἐστὶν εὐρυντάτη ἐαυτῆς, κατὰ τὸν Ἡρόδοτον. Ἐντεῦθεν δὲ σημειοῦσαι καὶ ὅτι οὐκ ἀκριβῶς ἐστι κυκλοτερὴς ἡ Κασπία θάλασσα, ὡς τάχα ὁ Περίηγητης ὑποτίθεται, ἀλλὰ ἐτερομήκης, ὡς καὶ ὁ Πτολεμαῖος φησιν.