Ancient Greek
415.4 to 416.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 415.4-416.2
Unproofread scanNot analysed yet
721. Ὅτι πολλὰ καὶ ἄλλα θαύματα ἡ Κασπία ἐν ἀνδράσιν αὐξεῖ, φύει δὲ καὶ κρυστάλλους λίθους, καὶ Ἰασπιν ἡερόσσαν, ὅ ἐστιν ἀερώδη, σκοτεινήν, ἐχθρὰν ἐμπτούσις καὶ ἄλλοις εἰδώλοις. Δοκεῖ γὰρ ἀλεξίμαχος εἶναι ἡ λίθος αὕτη καὶ ἀποτροπιαστικὴ φασμάτων, ὧν ἐν ἐστι καὶ ἡ Ἐμπουσα, δαιμόνιον τι περὶ τὴν Ἑκάτην, ἐνὶ ποδὶ δοκοῦν διοικεῖσθαι· ὅθεν καὶ παρονομάζεται, ὡς εἴ τις εἴποι, μονόπους ποδὶ ζῷον, ὡς τοῦ ἑτέρου ποδὸς χάλκῳ δντος κατὰ τὸν μῦθον. Ἐν δὲ τοῖς ἐξῆς ἐρεῖ καὶ ἕτεραν ἰασπιν ὑποτάσσουσαν. Ὀτι δὲ τινὰ δαιμόνια ὕλας πτοοῦνται τινας, πολλοῖς δοκεῖ, ὡς καὶ ἐν Ὀδυσσειᾳ εἱρήται. 728 Ὅτι Σχῦδαι Κρονίας ἀλὸς ἀγγι εἰσί. Περί δὲν οἷοι τὸν βίον εἰσίν, ἤδη προγέγραπται. Καλεῖσθαι δὲ λέγονται Σχῦδαι ἢ παρὰ τὰ σκύτη ἃ περιδέδηνται, ἢ παρὰ τὸ σχύζεσθαι ἤτοι ὀργίζεσθαι· ὀργιλοι γὰρ εἰσίν ἢ ἀπὸ Σχύθου υἱοῦ Ἡρακλέος, καθὰ καὶ ἄλλοχοῦ γεγραπται. Ἦσαν δὲ Σχῦδαι καὶ Θράκιον ἔθνος, οἱ καὶ Νομαῖοι λέγονται.