Ancient Greek
434.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 434.2
Unproofread scanNot analysed yet
Ἡμίαι νεφελαι, πόθεν ὕδατα πικρὰ πιούσαι νυκτὶ σὺν ἀστραπαῖς πάντα κατεκλώσατε; καὶ τὰ ἕξης. Τὴν δὲ Ἔφεσον τὸ κύριον ὄνομα, γυνὴ γάρ ἡ Ἔφεσος, ἀφ’ ἧς ἡ πόλις ὀνοάζεται, πρόσπολον Ἀρτέμιδος φασί, καὶ θυγατέρα αὐτῆς τὴν Ἀμαζῶν ἱστοροῦσιν, ἀφ’ ἧς αἱ Ἀμαζόνες. Οἱ δὲ φασὶ τὰς Ἀμαζόνας ὑπὸ Ἡρακλέους διωκομένας, ὅτε κελεύοντος Εὐρυθέως ἐπὶ τὸν τῆς Ἱππολύτης ἵσταλὲ ζωστήρα, καταφυγεῖν ἐπὶ τινα βωμὸν Ἀρτέμιδος, χάριε τυχεῖν ἀρέσεως, καὶ τὸν τόπον ἐκεῖθεν Ἔφεσον κληθῆναι κατὰ παραγραμματισμὸν, ἀντὶ τοῦ Ἄφεσον. Ἔθνος δὲ γυναικείον αἱ Ἀμαζόνες πρὸς τῷ Θερμώδοντι, διὸ καὶ ἀπὸ μητέρων ἐγενεαλογοῦντο, καθάπερ Ἀρριανὸς ἱστορεῖ. Ἐκαλοῦντο δὲ ποτε καὶ Σαυρομάτιδες, διὰ τὸ ἐν τῇ Σαυροματικῇ ποτε Σκυθίᾳ οἰκῆσαι, καθὰ προγέγραπται ἐν τοῖς περὶ Σαυροματῶν· ἢ ἴσως σαυροπτίδες, διὰ τὸ σαύρας πάσασθαι, ὅ ἐστι γεύεσθαι· τοιούτων γὰρ ἴσθιον κρεῶν. Διὸ καὶ Ἀμαζόνες ἐκαλοῦντο κατὰ τινας, οὐ μόνον ὡς μονόμαχοι· ἐπεκαλοῦντο γὰρ βεβαδὸν τὸν δεξιὸν μαστὸν, ὡς ἂν μὴ ἐπικωλύῃ τὸν τοξεῖν, ἀλλὰ καὶ ὅσα μὴ μάζαις ἀλλὰ χρέσει θηρίων ἐπιτρεφόμεναι. Καὶ ταῦτα μὲν τοιαῦτα. Τὸν δὲ ῥηθέντα Μαιάνδρον