Ancient Greek
435.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 435.1
Unproofread scanNot analysed yet
σχολιόν φασί ῥέειν, ἀφ’ οὗ καὶ τὰς τῶν ποταμῶν σχο-λιότητάς πάσας Μαϊάνδρους καλεῖσθαι. Ἱστορεῖται δὲ ὅτι τὴν ἀνωτέρω εἰρημένην Πρίηνὴν πρὸς τῇ θαλάσσῃ οὖσαν τὰς ἀρχὰς μεσόγεων πεποίηκεν ὁ Μαϊάνδρος μακρῷ προσχώματι· φησί γάρ ὁ Γεωγράφος· «οὕτω γάρ ὁ Μαϊάνδρος πολὺν χοῦν καταγὼν καὶ ὅπη τύχῃ τοῦ αἰ-γιαλοῦ προστιθεὶς πεποίηκε τὴν Πρίηνὴν μεσόγεων τεσ-σαράκοντα σταδίων προσχώματι, ἐπὶ θαλάττῃ πρότερον οὖσαν.»