Ancient Greek
436.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 436.2
Unproofread scanNot analysed yet
838 Ὅτι ἀποσεμνύνων τὴν γῆν τῶν Λυδῶν ὁ Διονύσιος ὡς καὶ καλλιγυναικὰ φησιν ὅτι «οὐ μὴν οὐδὲ τὰς Λυδὰς μέμψαιτό τις γυναῖκας, αἱ χρυσῶν ἄμματα κατὰ ὠφίους βαλούσαι, ἤγουν ζῶν χροσὴ ζωασάμεναι, κύκλον χοροῦ στήντον Ἀλίσσουσι, χοροστασίας τελοῦσαι τῷ Διονύσῳ.» Εἶτα ἐνθουσιῶν οἷον ὁ ποιητής· πανηγυριωτέρον ἐπὶ τῇ τῆς χώρας εὐδαιμονίᾳ καὶ ἀφελείᾳ λόγῳ γοητεύων τὴν ἀκροατήν, ἥ καὶ ὡς εἰπεῖν τοῖς ἐπεσι χορεύων καὶ ἐπορχούμενος ἐπάγει, «σὺν καὶ παρθενικαὶ νεοθελῆες σὶά τα νεβροὶ σκαίρουσι, τῆσι δέ, ἤγουν ταύταις, περισμαραγύντες ἀῖπαι ἱμερῶδες δονέοντες περὶ στήθεσι χιτῶνας.» Τὸ δὲ νεοθελῆες τοῖς νεβροῖς συντακτόν, παρόνοιας γὰρ τοιαύταις οὐ πάνυ προσφεῦς τὸ ὄνομα. Χαίροντες δὲ τὸ σκαίρειν· τὸ μέντοι σπαίρειν κινδυνῶδες λέξις ἐστίν, ὁποτερ καὶ τὸ ἀσπαίρειν. Τὸ δὲ σμαραγεῖν ἰδοὺ καὶ ἐπὶ ἀνέμων ὀνοματοποιεῖται· θέν καὶ Ζεὺς ἐρισμαράγος, ἤτοι ἀήρ πολύθρυς. Ἐνταῦθα δὲ οὐ μόνον ὡς δεξιὰς χοροποιοῦς ὁ Διονύσιος, ἀλλὰ καὶ ὡς ἀγαθὰς θραφεῖν τὰς Λυδὰς ἐπαινεῖ. Ὅτι δὲ καὶ πλούσιοι παλαι ποτὲ οἱ Λυδοὶ δήλον, παρ’ οἷς πρῶτοις καὶ νομίσματα χρυσοῦ καὶ ἀργύρου ἐχόθη· καὶ τρυφὴν δὲ πολλὴν εἶχον, θέν καὶ παῖντα πολλὰ ἐξεῖρον αὐτοῖ. Λέγονται δὲ καὶ ἀνδρείοι ποτε γενέσθαι καὶ ἀλκιμώτατοι, καὶ ἀγαθοὶ εἶναι ἱππεύειν. Διὸ καὶ παρὰ Λυδίων ἄρμα θέειν λέγονται παροιμιακῶς οἱ ἐν ἡγιοτείᾳ ἡττώμενοι.