Ancient Greek
436.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 436.3
Unproofread scanNot analysed yet
816 Ὅτι ὥσπερ Πάμφυλος καὶ Πамφύλιος τὸ ἔθνικόν, καὶ Σύρος καὶ Σύριος, οὕτω καὶ Λυδὸς καὶ Λύδιος. Διαβαλλονται δὲ οἱ Λυδοὶ ἐπὶ πονηρίᾳ, θέν καὶ ἡ παροιμία «Λυδοὶ πονηροὶ, δεύτεροί’ Αἰγύπτιοι, καὶ τρίτοι Κάρες.» Αἱ δὲ Λυδαὶ πορνεύεσθαι πᾶσαι λέγονται, καὶ δωρὰ πλείω διδόναι ἢ λαμβάνειν. Οὕτω δὲ φασὶ καὶ παρ’ Ἀρμενίοις παρθένους ἐπιπρανείς ἀνιερωθείσας θεῇ τινι λεγομένῃ Ἀναίτιδι καταπορνεύεσθαι, εἶτα πρὸς γάμον ἐκδιδόσθαι, μηδενὸς ἀπαξιούντος ταῖς τοιαύταις συνοικεῖν.