Ancient Greek
439.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 439.1
Unproofread scanNot analysed yet
Συρίαν ἀπετέμοντο παρὰ τῶν Σύρων τὴν νῦν Κιλικίαν· Ἡρόδοτος δὲ τοὺς πρὸς τῇ Καρίᾳ Λυκίους ἐξ Κρήτης γενέσθαι ἱστορεῖ, λέγων καὶ ὅτι Τερμίλαι ἐκαλοῦντο, ἐπὶ δὲ Λύκου τοῦ Πανδίωνος ἀνδρὸς Ἀθηναίου ἐκλήθησαν Λύκιοι. Εἶχον δὲ ποτε τζξα κρανεῖνα, καὶ οἷστοὺς χαλαμίνους ἀπτερούς, καὶ αἰγὸς δέρματα περὶ τοὺς ὤμους, καὶ περὶ ταῖς κεφαλαῖς πίλους ἐστεφανωμένους πτεροῖς.