Ancient Greek
439.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 439.2
Unproofread scanNot analysed yet
858. Ὅτι τὸ τῶν Πισιδέων πεδίον, οὓς καὶ Σολύμους τινὲς φασί, λιπαρὸν λέγει, ὃν πόλιν καὶ ἡ Σέληνη, ἣν καὶ κτῆμα λέγει λαοῦ Ἀμυκλαίων καὶ μεγαλώνυμον καλεῖ. Φασὶ γὰρ διαμυριάνδρον τὴν πόλιν ταύτην γενέσθαι ποτέ. Ἀπὸ Πισίδου δὲ τινὸς ὀνομασθῆναι λέγονται οἱ Πισιδεῖ, δι’ ἑνὸς σ ἐκφερόμενοι, καὶ ποτὲ μὲν ἐν συστολῇ, ποτὲ δὲ ἐν ἐκτάσει τὴν ἄρχουσαν ἔχοντες. Λέγεται δὲ ὑπὸ Κάλχαντος πρότερον ἢ Σέληνη κτισθῆναι, εἶτα ὑπὸ Λακεδαιμονίων. Ἀξιολογώτατοι δὲ Πισιδέων οἱ Σεληγεῖς, καὶ δι’ ἐρμυνότητα τῆς πόλεως οὐδέποτε ὑπ’ ἄλλοις γενόμενοι, Ἀλεξάνδρῳ δὲ προσθευσάμενοι, καὶ κατὰ φιλίαν εἰπόντες δέχεσθαι τὰ προστάγματα. Ἱστορεῖται δὲ καὶ πᾶν ποτὲ τὴν πόλιν ταύτην εὐνομηθῆναι, Λακῶνων, ὡς εἴρηται, μετοικησάντων εἰς αὐτήν· ὅθεν καὶ ἀσελεγεῖς φασὶ κατὰ στέρψιν καλεῖσθαι τοὺς αἰσχροὺς καὶ οὐ ζῶντας εὐνόμως μηδὲ ἑοικότας τοῖς Σεληγεῦσι κατὰ ἥθους χρηστότητα. Καίτοι ἄλλοι τὸ ἀνάπαλιν φαυλοτάτους τοὺς ἐκεῖ ἱστοροῦσιν, ὅθεν κατ’ ἐπίτασιν λέγεσθαι τὴν ἀσελεγείαν ἐπὶ τῶν οὐ καθαρώς ζώντων, ἀλλὰ τοῖς Σεληγεῦσιν ἑοικότων. Κρείττων δὲ ἡ πρώτη ἐπιβολὴ τῆς ἐτυμότητος· τάχα γὰρ οὐκ ἂν ὁ Διονύσιος μεγαλώνυμον εἴπει τὴν Σέληνην, εἰ φαύλους τοὺς πολίτας ἔτρεφεν.