Ancient Greek
439.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 439.3
Unproofread scanNot analysed yet
859. Ὅτι πόλεις Πισιδέων καὶ ἡ Λύρβη καὶ ἡ Τερμησσὸς ὑπερκειμένη τῆς Κιβύρης, μεγίστης διοικήσεως· ἔνθα θδιόν φησιν ὁ Γεωγράφος τὸν σίδηρον ραδίως τομεύεσθαι. Ταύτην τινὲς διὰ τοῦ λ γράφουσι Τελμησσόν, καὶ λέγουσιν ὅτι Τελμησσὸς ἡ πόλις πλεονασμοῦν ἐπαθεν ἐπενθεμένου τοῦ λ· ἐκλήθη γὰρ ἀπὸ Τερμησοῦ τοῦ Ἀπόλλωνος, ὡς φησιν Ἡρωδιανὸς ἐν τῷ Περὶ παθῶν. Σημειῶσαι δὲ ὅτι κρείττων ἡ διὰ τοῦ ρ προεκτεθείσα γραφή. Φέρεται γὰρ ἐν τοῖς Ἐθνικοῖς, τὴν μὲν διὰ τοῦ λ Τελμησσὸν πόλιν εἶναι τῆς Καρίας ἢ Λυκίας, τὴν δὲ Τερμησσὸν τῆς Πισιδίας. Λέγει δὲ καὶ ὁ Γεωγράφος· «Τελμησσὸς πολίχνη Λυκίων, καὶ Τελμησσὸς ἄκρα. Εἶτα ὁ Ἀντίκραγος. »Αὕτη δὲ ἡ Τερμησσὸς καὶ μειζὼν λέγεται, πρὸς ἀντιδιαστολὴν ἑτέρας ἀποίκου αὐτῆς, καλουμένης μικρᾶς Τερμησοῦ.