Ancient Greek
442.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 442.3
Unproofread scanNot analysed yet
873. Ὅτι Κίλικες τὸ ἔθνος, καθὰ φασιν Ἀρριανὸς, ἀπὸ Κίλικος τοῦ Ἀγήνορος, ὃς ἐκ Φοινίκης κατὰ ζήτησιν Εὐρώπης σταλεὶς καὶ πολλὴν γῆν πλανηθεὶς οὐδενὶ μὲν ἤνε τῆς παιδὸς ἐνέτυχε, τὴν δὲ πολλὴν τῆς Κιλικίων γῆς κατασχὼν ἀφ’ ἑαυτοῦ τὴν ἐπωνυμίαν τῇ χώρᾳ ἔδοκεν. Ἡρόδοτος δὲ λέγει ὅτι πρὸ τοῦτοῦ Ὑπαχαιοὶ ἐκαλοῦντο οἱ Κίλικες. Πειρατικοὶ δὲ οἱ Κίλικες, οἱ καὶ τῇ κατὰ Σαμοθράκην ἱερῷ ποτε προσπεσόντες τάλαντα πλείω μυρίων ἀπηῤῥηχαν. Ὁ δὲ Γεωγράφος φησίν, ὅτι Κιλικίᾳ ἡ μὲν τραχεῖα, ἥς ἡ παραλία στενὴ μέχρι καὶ περὶ Ἰσαυρίαν καὶ Πισιδίαν, καὶ οἱ αὐτὴν οἰκοῦντες Τραχεῖται λέγονται, ἡ δὲ πεδίς ἀπὸ τε Σόλων καὶ Ταρσοῦ μέχρι καὶ Ἰσοῦ.