Ancient Greek
442.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 442.4
Unproofread scanNot analysed yet
875. Ὅτι πολλαὶ πόλεις Κιλικίων, αἱ μὲν ἐν ἠπειρῷ, αἱ δὲ ἀγχίαλοι· ὧν μία καὶ ἡ Ἀγχίαλη, Ἀγχιάλης κτῖσμα τῆς Ἰαπετοῦ θυγατρός, ὅπου καὶ ποταμὸς Ἀγχιαλός. Ταύτης δὲ Ἀγχιάλης υἱὸς Κύδνος, ἀφ’ οὗ Κύδνος ὁ ἐν Ταρσῷ ποταμός, οὗ οἱ ἔκβολοι μετὰ τὴν Ἀγχιάλην πόλιν. Τινὲς δὲ Σαρδαναπαλοῦ κτῖσμα καὶ αὐτὴν τὴν Ἀγχιάλην φασιν, ἐπιγράφοντες ὅτι Σαρδαναπᾶλος Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἐν ἡμέρᾳ μιᾷ. Ὁ δὲ Διονύσιος Ἀγχιάλειαν ταύτην λέγει, ὡς καὶ ὁ Γεωγράφος τὴν Θεσσαλονίκην Θεσσαλονίκειαν. Ἔστι δὲ καὶ Θρακικὴ Ἀγχίαλη κατὰ τὸν Γεωγράφον.