Ancient Greek
446.1 to 446.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 446.1-3
Unproofread scanNot analysed yet
δὲ ἐκεῖνος ἄλλην μὲν τὴν Κυνόσσοραν, μεγάλην δὲ τὴν Ἑλίκην, ἀφ’ ἧς καὶ οἱ Ἀχαιοὶ Ἑλικῶπες, ὡς τινες οἴονται. Ἡρόδοτος δὲ στοχάζεται καὶ τὰ γράμματα μὴ ὄντα πρὸς τοῖς Ἕλλησιν ἐκτεῖναι παραδοθῆναι ὑπὸ τῶν μετὰ Κάδμου εἰς τὴν Ἑλλάδα ἐλθόντων Φοινίκων, ὧν καὶ Φοινίκια καλεῖσθαι. 910. Ὅτι πόλις Φοινίκης Ἰόπη, κληθεῖσα οὕτως ἢ ἀπὸ τῆς Ἰούς ἢ ἀπὸ Ἰόπης, θυγατρὸς μὲν Αἰόλου, γυναικὸς δὲ Κηφέως, ἀφ’ οὗ καὶ Κηφήνες οἱ Αἰθίο- 911. Ὅτι Γάζα παλαι μὲν Φοινίκης, νῦν δὲ Παλαιστινῆς. Ἐκλήθη δὲ ποτε καὶ Ἄζα, ἢ ἀπὸ Ἀζωνος υἱοῦ Ἡρακλέος, ἢ ὅτι Ζεὺς κτίσας αὐτὴν ἀπέλιπεν αὐτῷ τὴν ἑαυτοῦ γάζαν· καλοῦσι δὲ οὕτως οἱ Πέρσαι τὰ χρήματα.