Ancient Greek
446.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 446.4
Unproofread scanNot analysed yet
912. Ὅτι Ἑλαΐς πόλις Φοινίκης οὕτω λέγεται διὰ τὸ ἐλαιφόρος εἶναι. 913. Ὅτι νῆσός ποτε ἦν ἡ Τύρος, ὡς καὶ Ἀρριανὸς λέγει· «Τύρος ἡ τότε ἐτι νῆσος. »Ὁνομάζεται δὲ ἀπὸ Τύρου τοῦ Φοινίκος, ἢ ἀπὸ γυναικὸς Τυρούς, ἧς καὶ Ἀγήνορος ἡ Εὐρώπη, ἧς ἡ χώρα ἐπωνύμος. Συνήφθη δὲ ἡ Τύρος χώματι πρὸς τὴν ἤπειρον, ὃ κατεσκεύασε πολιορκῶν Ἀλέξανδρος, ὅτε κατὰ ἐνύπνιον Σάτυρος ὁραθεὶς ἐχρηστηρίασα τῷ βασιλεῖ κατὰ ὀνειρου λεξάμενος, ὅτι σὰ Τύρος, τοῦτέστι σῇ Δωρίχης, καὶ ὑπὸ τὴν σὴν ἐξουσίαν ἔσται ἡ Τύρος. Τιμῶσι δὲ τὸν Ἡρακλῆα ὑπερβαλλόντως οἱ Τύριοι, καὶ εἰσι πολύτεχνοι καὶ κατὰ τοὺς Σαδωνίους καλλίτεχνοι. Ἔστι δὲ, φασί, καὶ πορφύρα καλλίστη ἡ Τυρία. Ὁ δὲ Γεωγράφος φησὶ καὶ ὅτι μεγίστη ἐστὶ μετὰ Σιδῶνα ἡ Τύρος, καὶ ὅτι ἀρχαιότατη, καὶ δύο λιμένας ἔχει, τὸν μὲν κλειστὸν τὸν δὲ ἀνεμίζον, καὶ ὅτι πολυστέγους οἰκίας ἔχει, καὶ ὅτι σεισμοὶ ποτε γεγόμενοι μικρὸν ἀπέλιπον τοῦ ἀρῆν αὐτὴν ἀφανίσει· καὶ ὅτι ἀτυχήσασα ἐν τῇ ὑπὸ τοῦ Ἀλεξάνδρου πολιορκίᾳ ὅμως ὑστερὸν ἑαυτὴν ἀνέλαβε διὰ τῆς ναυτικῆς, καθ’ ἣν ὑπερτεροῦσι πάντων οἱ Φοινίκες. Ἔστι δὲ καὶ περὶ τὸν Περσικὸν κόλπον νῆσος, ὥσπερ καὶ Ἄραδος. λέγεται δὲ καὶ ὅτι ἱερὸν Ἡρακλέος ἐν τῇ Τύρῳ ἦν πλουσίως ἐσκευασμένον, καὶ στήλαι δύο κατὰ τὸν Ἡρόδοτον, ἡ μὲν χρυσῷ ἀπέφθον, ἡ δὲ σμαράγδου λίθου λάμπουσα τὰς νύκτας.