Ancient Greek
447.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 447.1
Unproofread scanNot analysed yet
912. Ὅτι τὰς περὶ Φοινίκην πόλεις μετ’ ἐπιθέτων ἐκφράζει, ὅσα εὐτόπως ἔχων τοῦ ὀνομάζειν λέγει γὰρ Τύρον ὠγυγὴν, Βηρυτὸν ἐρατεινήν, Βύβλον ἀγχάλον, Σιδῶνα ἀνθεμόεσσαν, Τρίπολιν λιπαράν. Περί μὲν δὲ οὖν τῆς Τύρου εἴρηται τὸ ἀρχοῦν. Ἡ δὲ Σιδών, περὶ ἣν χαρίεντα ῥεῖαι ποταμῶν μένει τῶν Βοστρενῶν, πολυτέχνους ἔχει πολίτας καὶ καλλιτέχνους. Ὅτι δὲ τοιούτοί εἰσιν οἱ Σιδώνιοι, δηλοῦσι· καὶ οἱ παρὰ τῷ Ποητῇ παμποικίλοι πέπλοι, Σιδωνίων ἔργα γυναικῶν, καὶ ὁ τοῦ Εὐνέου κρατήρ, ὃς κάλλει ἐνίκα πᾶσαν ἐπ’ αἰῶν. Τούτους δὲ τοὺς Σιδωνίους ἀποίκους εἶναι τινὲς φασὶ Σιδωνίων τῶν ἐν τῷ Περσικῷ κόλπῳ, οἱ δὲ παλαιοὶ ἀναντιολογίας ἱστορίαν αὐτῶνθεν ἐνταῦθα. Οἱ μὲν γὰρ τοὺς καθ’ ἡμᾶς Φοινίκας τε καὶ Σιδωνίους ἀποίκους φασὶ τῶν πρὸς τῷ ὠκεανῷ Σιδωνίων τε καὶ Φοινίκων, προστιθέντες καὶ διὰ τί Φοίνικες λέγονται· διότι, φασί, καὶ ἡ θάλασσα ἐρυθρὰ, ὡς ταύτῃν δὲ Φοινίκας εἶπεν καὶ ἐρυθρούς. Οἱ δὲ ἀνάπαλιν ἀποίκους ἐκείνους τούτων τῶν καθ’ ἡμᾶς ἱστόρησαν. Περί δὲ τῆς Σιδῶνος ταύτης τῆς περὶ τὴν Συριακὴν Φοινίκην φέρεται ἱστορία, ὅτι θυγάτηρ Ἰούς ἡ Λιβύη, ταύτης δὲ καὶ Ποσειδῶνος Ἄγηνις καὶ Βήλος καὶ Ἐναλίους, Βήλου δὲ Σίδη καὶ Αἴγυπτος καὶ Δαναός, τῶν τῆς Σίδης μὲν παρώνυμος ἡ Σιδών, τοῦ Αἰγύπτου δὲ ὁμώνυμος ἡ χώρα, ἐκ Δαναοῦ δὲ οἱ Ἕλληνες Δαναοί. Προείρηται δὲ πού καὶ ὅτι ὁ Διονύσιος Ὀμήρῳ ἀκολουθῶν τῆς Σιδῶνος τὴν μὲν ἀρχούσαν ἐκτείνει, τὸ δὲ τῶν πλagaίων συστῆλται, κἂν οἱ ὑστερον αὐτὸ διφροοῦντες ἐκτείνωσιν. Ὅτι δὲ καὶ σοφοὶ τῇ εἰς ἀστρονομίαν καὶ ἀριθμητικὴν οἱ Σιδώνιοι ὡς ἐμπορικοὶ καὶ ναυκληρικοί, ἀνωτέρω εἴρηται· λέγεται δὲ καὶ ψάμμος δαλίτις εἶναι τοῖς Σιδωνίοις ἐπιτηδεῖα εἰς γύσιν. Ἡ δὲ Βηρυτὸς κτίσμα ἐστὶ Κρόνου, ἐκ μικρᾶς μεγάλῃ γενομένη καὶ ἰσχυρά· διὸ καὶ οὕτως ἐκλήθη· Βηρουτὶ γὰρ τὴν ἰσχύν οἱ Φοίνικες λέγουσιν. Οἱ δὲ φασὶ διὰ τὸ εὐδρόνον οὕτω κληθῆναι αὐτήν, βῆρ γὰρ παρὰ τοῖς ἐκεῖ τὸ φρέαρ καλεῖται· φασὶ δὲ αὐτὴν ὑπὸ τοῦ τυράννου Τρύφωνος κατασπασθεῖσαν ἀναληφθῆναι ὑπὸ Ῥωμαίων, ἥτοι ἀναστῆναι καὶ καινισθῆναι. Ὁξύνεται δὲ τὸ Βηρυτὸς ὡς τρισύλλαβον, καθὰ καὶ τὸ κοκκυτὸς καὶ γωρυτὸς, καὶ μακρὸν ἔχει τὸ υ παρὰ Διονυσίῳ. Ἡ δὲ Βύβλος κτίσμα καὶ αὐτὴ Κρόνου, Ἀδωνίδος ἱερὰ, Κινύρου βασιλείων ἀρχαιότατον, ἀπὸ Βύβλου τινὸς στρατηγοῦ ἢ ἀπὸ Βύβλης γυναικὸς οὕτω κληθεῖσα, ἢ διὰ τὸ πάσης ἀρχαίας βίβλου κατὰ τοὺς παλαιοὺς τὴν