Ancient Greek
450.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 450.2
Unproofread scanNot analysed yet
918. Ὅτι ἐν μέσαις ταῖς περὶ Φοινίκην πόλεσιν ἐστὶ καὶ ἡ Ἀπάμεια, ποτὲ μὲν χώμη ὕσα καὶ Φαρνακία λεγομένη, πόλις δὲ ὕστερον γενομένη, ἐν μεσογαίῳ κειμένη, πρὸς νότον Ἀντιοχείαν, ἥτις καὶ Χερρόνησός ποτε ἀπὸ τῆς περισχῆς τῶν ἐκεῖ ὑδάτων ἐκλήθη. Καὶ Πέλλα δὲ ὀνομάσθη παρὰ τῶν αὐτῶν Μακεδόνων διὰ τὴν ἐν Μακεδονίᾳ Πέλλαν, τὴν τοῦ Φιλίππου πατρίδα. Ἐν ταύτῃ δὲ ἐλέφαντας πεντακοσίους δ Σέλευκος ἔτρεφε καὶ τὸ πλεῖον τῶν στρατιῶν. Φασὶ δὲ καὶ ἐν Μήδῳ Λαοδίκειαν εἶναι καὶ Ἀπάμειαν καὶ ἄλλας Μακεδονικὰς πόλεις. Ὡςπερ δὲ ἡ Ἀπάμεια, ἣν δ Ἐπιφανὴς Νικομήδης ἐκτίσεν, ὀνομάσθη ἀπὸ τινος γυναικὸς Ἀπάμας, οὕτω καὶ ἡ παρὰ τῷ Διονυσίῳ αὕτη Ἀπάμεια. Ἱστοροῦσι γὰρ τοιαῦτα οἱ παλαιοί· «Ἀντιόχεια ἡ ἐπὶ Δάφνῃ καὶ Ἀπάμεια ἡ ἐν Συρίᾳ πρὸς νότον Ἀντιοχείας ἐν μεσογαίῳ κειμένη, ἐπὶ δὲ Λαοδίκεια καὶ Σελεύκεια, κτίσματα Σελευκοῦ εἰσι τοῦ Νικάτορος, αἵτινες καὶ ἀδελφαὶ διὰ τὴν πρὸς ἀλλήλας ὁμοιότητα ἐκαλοῦντο. Καὶ ἡ μὲν μεγίστη, φασί, τῷ τοῦ Σελευκοῦ πατρὶ τῷ Ἀντίχῳ ἐπωνομάζετο, ἡ δὲ ἐρυμνοτάτη αὐτοῦ ἐπώνυμος ἦν, Ἀπάμεια δὲ τὸ τῆς γυναικὸς ἔφερεν ὄνομα, Λαοδίκεια δὲ τὸ τῆς μητρός. »Περὶ δὲ Ἀντιοχείας ἄλλοι καὶ οὕτως φασίν· «Ἀντίοχῳ τῷ Σελεύχῳ τρεῖς ἐπεράνησαν κατ’ ὄναρ γυναῖκες, κτίσαι πόλιν ἑκάστη λέγουσαι. Ὁ δὲ ὑπολαβὼν αὐτὰς τὴν γυναῖκα εἶναι καὶ τὴν μητέρα καὶ τὴν ἀδελφήν, κτίζει ἀπὸ μὲν τῆς ἀδελφῆς Λαοδίκης Λαοδίκειαν, ἀπὸ δὲ τῆς γυναικὸς Νύσσης Νύσσαν, ἀπὸ δὲ τῆς μητρὸς Ἀντιοχίδος Ἀντιόχειαν. »Ἐπὶ δὲ