Ancient Greek
451.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 451.1
Unproofread scanNot analysed yet
περὶ Ἀντιοχείας καὶ ταῦτα λέγεται, ὅτι καὶ Θουπόλιον ἠρξάτο καλεῖσθαι ἐπὶ Ἰουστινιανοῦ, ἀνεψιοῦ Ἰουστινοῦ τοῦ Θρακός· καὶ ὅτι περὶ τὸ Σίλπιον ὄρος κείται, ὅπου καὶ τόπος ἐστὶν ἡ Ἰώπολις, ἀπὸ Ἰοῦς τελευτῆσατος ἐκεῖ, ἥτις καὶ Ἰσις ὑστερον ἐκλήθη, ὡς καὶ ὁ υἱὸς αὐτῆς Νικαφόρος Ἄπης· καὶ ὅτι τετραπόλις αὕτη· οὕσης καὶ τετειχισμένης τείχει κοινῷ τὰ καὶ ἴδιῳ κατὰ ἕκαστον κτίσμα · τὸ μὲν πρῶτον Σέλευκος ὁ ἐπικαλούμενος Νικάτωρ συνώκησεν, εἰς δὲ τότε τὴς Ἀσίας περιελάμβαν κράτος, τὸ δεύτερον δὲ οἱ οἰκήτορες ἔκτισαν, τὸ δὲ τρίτον Σέλευκος ὁ Καλλίνικος, καὶ τὸ τέταρτον ὁ Ἐπιφανὴς Ἀντίοχος. Εἰσὶ δὲ Ἀντιόχειαι περὶ πούνας τὰς ἵδ', ὡς οἱ ἱστορούμενοι ἐκτέθενται· ἐξ δὲ αὐτῶν ἡ τῆς Κοίλης Συρίας προκἀμένη οὐ πολλὴ κατὰ τὸν Γεωγράφον ἐλείπετο δυνάμει καὶ μεγέθει Σελευκείας τῆς ἐπὶ τῷ Τίγρει καὶ Ἀλεξανδρείας τῆς πρὸς Αἰγύπτῳ.