Ancient Greek
481.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 481.2
Unproofread scanNot analysed yet
89-90. Ἀρχὴν δὲ ποιουμένους ἡμῖν τοῦ λέγειν ἔστω τάξις αὐτῇ. (τοῦτο γὰρ συνυπῃκούσεται). Ἀπὸ τῶν Γαδείρων, ἧτοι Ἡρακλέους στηλῶν, πρῶτον μὲν ὁ Ἰβηρικὸς περιέχεται πόντος, δστις καὶ τῆς Εὐρώπης καὶ τῆς Λιβύος ὑπάρχει ἀρχή· καὶ γὰρ ἀναμεταξὺ τῶν ἀμφοτέρων γαίῶν συστρέφεται. Αἱ δὲ Ἡρακλειτικαὶ στῆλαι παρὰ ταῖς πλευραῖς αὐτοῦ ἐπικεῖνται, ἡ μὲν ἐπὶ τὴν Λιβύην, ἡ δὲ ἐπὶ τὴν Εὐρώπην ὁρώσα. Μετὰ τοῦτον δὲ τὸν Ἰβηρικὸν πόντον διαδέχεται ὁ Γαλατικὸς βόας, τοῦτέστι ἡ Γαλατικὴ θάλασσα, ἣν παροικοῦσιν οἱ Κελτογαλάται. [Οἱ γὰρ ἐν τῇ Ἀσίᾳ Γαλάται τῶν ἐνταῦθα ἀποικοὶ εἰσιν, ὥσπερ καὶ οἱ ἐν τῇ Ἀσίᾳ Ἰβηρες τῶν ἐν ταύτῃ]. Ὅπου καὶ ἡ Μασσαλία γῆ, ἧτοι πόλις, εὐλμενος, δρομὸν περιφερῆ ἢ ἐπιδρόμον ἔχουσα.