Ancient Greek
481.3
TIMOTHEUS, timotheus_defluviis_ggm2 481.3
Unproofread scanNot analysed yet
90 92. Ἐξῆς δὲ μετὰ τὸν Γαλατικὸν κόλπον ἡ Λιγυστικὴ θάλασσα σύσταται, ὅπου οἱ τῶν Ἰταλῶν υἱοὶ διαπαντὸς ἐπὶ ταῖς ἠπείροισ νέμονται, μέγα ἀπὸ τοῦ Διὸς τὸ κράτος ἔχοντες καὶ ἀρχὴν μεγίστην, ἀράμενοι ἀπὸ τοῦ βορρᾶ, ἧτοι τῶν βορείων μερῶν, τῶν Ἀλπέων δηλονότι, ἕως ἐπὶ τὴν Λευκὴν πέτραν, ἥτις ἔχαστον τῆς Ἰταλίας ἐστὶν ἀκρωτήριον ἐπὶ τὸν πορθμὸν τῆς Σικελίας, ὃ ἐπικέεται Ῥήγιον. [Τὸ δὲ «Ἀδυσσῆς »ἀπὸ Ἀύσονός τινος βασιλέως ἐκλήθησαν οἱ Ῥωμαῖοι οὕτως, ὡς ἦν υἱὸς Ὀδυσσέως καὶ Κίρκης.] Ἐξῆς δὲ μετὰ τὴν Λιγυστικὴν θάλασσαν τὸ περὶ Κύρνον πέλαγος τὸ ἀλμυρὸν ὀδωρ προγέει. Ἐπὶ τούτῳ δὲ ὁ Σαρδόνιος πόντος ἔνδοθι ἀναβράζει, ἧτοι ἦχον ἀποστέλλει.