Ancient Greek
490.6
TIMOTHEUS, timotheus_defluviis_ggm2 490.6
Unproofread scanNot analysed yet
749-761. Μετὰ τούτων δὲ ἐπὶ ταῖς προγοαῖς Ἰαζάρτου κατοικοῦσιν οἱ Σάκαι τόξα φέροντες, ὡς ὄντες πολεμικοί, ἃτινα οὐδαμῶς τις ἄλλος τοξευτὴς ἀπελέγξοι διὰ τὸ ἀκριβὲς καὶ εὐστοχον· καὶ γὰρ οὐδαμῶς αὐτοῖς ἐστὶ θέμις ἢ δίκαιον μάταια καὶ εἰκῇ πέμπειν· ἐξημωτοῦ γὰρ ὁ ἀποτυγχάνοντες. Ὑπάρχουσι δὲ καὶ οἱ Τόγχοι καὶ οἱ Φρούριοι καὶ τὰ βάρβαρα ἔθνη τῶν Σηρῶν, οἵτινες τοὺς μὲν βόας καὶ τὰ λιπαρώτατα πρόβατα ἀπαρνοῦνται, διὰ τὸ μὴ γινώσκειν τὸ χρήσιμον αὐτῶν, τὰ δὲ ποικίλα ἄνθη τῆς πόθου γῆς ἕλνοντες πολυδαίδαλα καὶ πολυτίμα, ὁμοία κατὰ τὴν χροιὰν τοῖς τῆς λειμωνίδος ποίης ἄνθεσιν, ἀντὶ τοῦ τῆς παραδεισιακῆς γῆς τοῖς ἄνθεσι, κατασκευάζουσι· ἐκεῖνος οὐδὲ τὸν ἀρχαίων ἔργον ἐξισθωθεῖν. Ἄλλοι δὲ πυκνοὶ καὶ συνεχεῖς Σκύθαι εἰσιν, οἵτινες κατοικοῦσι κατὰ τὰ ἔσχατα μέρη· πλησίον δὲ αὐτῶν δυσάνειμος καὶ τοῖς χειμερίοις ἀνέμοις καὶ ταῖς χαλάζαις παράκειται γῆ. Τοσοῦτοι μὲν ἄνδρες τὴν Κασπίαν θαλάσσαν περιοικοῦσι.