Ancient Greek
490.7
TIMOTHEUS, timotheus_defluviis_ggm2 490.7
Unproofread scanNot analysed yet
762-771. Διαλογιζόμενος δὲ σκόπει ἀρτίως ἀπὸ τῶν Κόλχων καὶ τοῦ Φάσιδος ποταμοῦ ἐπὶ τὴν δύσιν παρὰ τὸ χειλὸς τοῦ Εὐξεινοῦ πόντου τὸ πλήθος τῶν ἔθνων ἀχρι τοῦ Θρακικοῦ στόματος, ἤχουν τοῦ Βοσπόρου, ὅπου ἡ τῶν Καλχηδονίων χώρα ἐστίν. Μετὰ δὲ τοὺς Κόλχους πρῶτα εἰσὶν ἔθνη οἱ Βύζηρες, καὶ πλησίον αὐτῶν τὰ ἔθνη τῶν Βεχερῶν, καὶ οἱ Μάκρωνες, καὶ οἱ Φιλῦρες, καὶ οἵτινες τοὺς οἴκους αὐτῶν ξυλίνους ἔχουσι. Ὀντινων πλησίον εἰσὶν οἱ πολυθράματοι, ἥτοι πολλὰ θρέμματα ἔχοντες, Τιβαρανοί· ἐπὶ τούτοις δὲ οἱ Χάλυβες τὴν ἀμετακίνητον τῶν σκλήρων γῆν κατοικοῦσι, τὰ τοῦ μοχθηροῦ σιδήρου ἔργα μεμαθηκότες, οἵτινες βαρυκτύποις σφύραις ἐπὶ τοῖς ἀκμοσιν ἐστρημώτες τῆς δεινῆς ταλαιπωρίας καὶ τοῦ χαλεποῦ κόπου οὐδαμῶς παύονται.