Ancient Greek
499.1 to 499.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 499.1-2
Unproofread scanNot analysed yet
Κατὰ τί διαφέρει γεωγραφία χωρογραφίας; δι’ ἐν μὲν τῇ γεωγραφίᾳ τὰ καθόλου λέγεται, οὐχὶ δὲ τὰ μερικὰ· οἷον λέγει περὶ τῆς Αἰγύπτου, οὐχὶ δὲ μέμνηται καὶ τῶν κατὰ μέρος τόπων, οἷον πάσης πόλεως καὶ παντὸς ποταμοῦ· ἐν δὲ τῇ χωρογραφίᾳ πάντων μέμνηται τῶν πόλεων καὶ τῶν ποταμῶν. Τίνες πρότερον ἐν πίναχι τὴν οἰκουμένην ἔγραφαν; Πρῶτος Ἀναξιμάνδρος· δεύτερος Μιλῆσιος Ἐκαταῖος· τρίτος Δημόκριτος Θαλοῦ μαθητής· τέταρτος Εὔδοξος. 10 Οὕτω οἱ μὲν στρογγυλοειδῆ ἔγραφαν, Δημόκριτος προμήκη, Κράτης ἡμικύκλιον, [Ἰππαρχος] τραπεζοειδῆ, ἄλλοι δὲ οὐροειδῆ.