Ancient Greek
499.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 499.4
Unproofread scanNot analysed yet
1. Ἀρχόμενος γαϊάν τε καὶ εὐρέα πόντον ἀε[δειν] Τὸ προοίμιον οἰκείον ἔταξε τῇ ὑποθέσει καὶ οὐχ ἀσύμφωνον τῷ σκοπῷ. Θεοῦ γὰρ ποιητικοῦ παρητήσατο νῦν ἐπίκλησιν, ὥσπερ ἐπειγόμενος συναποδημησαὶ τῷ λόγῳ. Ζηλοῖ δὲ τὸν Ἀπολλώνιον, οὐ χαρακτήρος ὡν ἐραστής, ἀλλ’ ἐπιχαιροῦ διὰ τὴν χρείαν ἐπιβολῆς. Προθέμενος οὖν οἰκουμένην γράφαι τὴν γῆν τε καὶ θάλασσαν, ὡρισμένην ὁμοῦ τοῖς εἰς αὐτὴν εἰσβαλλουσι ποταμοῖς, ὠκεανὸν προλαμβάνει τῇ μνήμῃ καλῶς, εἶγε δεῖν καθ’ Ὁμήρον (II. 14, 201) εἴρηται γένεσις, ὧν ἡ ἄνωια σημαίνει τὰ κοσμικὰ στοιχεῖα κατὰ τινας· εἶναι γὰρ αὐτῶν πρῶτον τὸ ὕδωρ, ὁμοίως δὲ καὶ τὴν γῆν. Ἡ γὰρ τοῦ Ἡρακλείτου δόξα τὰ πάντα φησιν ἐκ ροῆς εἶναι καὶ στάσεως. Προϊὼν δὲ μεμ’ οὐ πολὺ συμπαραλαμβάνει τὰς Μούσας, εὐνοίαν τινὰ παραφυλάττων ἅμα τῇ τέχνῃ. Περαιτεῖται δὲ τὸ ἀμάρτυρον, ἵσως ἐκ τοῦ Καλλιμάχου τοῦτο μαθὼν, ὅπερ κάκισινος ἄμάρτυρον οὐδὲν ἀείδεω φησὶ Διατετηρημένον δὲ ἐν τοῖς εἴθους ἀποδιδὼς ἑαυτῷ τὴν πίστιν ἐπάγει τὸ ἔπος, εἰπόν (vs. 62) ὅμως δ’, ὦ Μοῦσαι, σχολίας ἐνέποιτε κελεύθους.