Ancient Greek
499.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 499.5
Unproofread scanNot analysed yet
Περιέχει γῆ μὲν πόλεις, ὠκεανὸς δὲ τοὺς ποταμοὺς καὶ θάλασσας. Εὐλογον οὖν ἤρχησατο ἀπὸ τοῦ περιέχοντος τὴν γῆν ποιήσασθαι τὴν ἀρχήν, τοῦτέστιν [τῷ] ὠκεανῷ. Ὀνομάσας τοίνυν τὴν γῆν, πρῶτον περὶ τοῦ ὠκεανοῦ, ὡς περιέχοντος τὴν γῆν, διαλαμβάνει, ἔπειτα περὶ τῆς πελαγίου, εἶτα περὶ τῆς γῆς διαλαβὼν ἄρχεται ἀπὸ Λιβύης, εἶτα περὶ Εὐρώπης [λέγει], ἐπὶ καὶ [τῆς] αὐτῆς θέσεώς ἐστι (εἶγε καὶ πρότερον εἰς Ἀσίαν καὶ Εὐρώπην διήρουν πᾶσαν τὴν γῆν, τὴν Λιβύην τῇ Εὐρώπῃ προσνέμοντες)· εἶτα τῶν νήσων μνημονεύσας ἐπὶ πᾶσι τὴν Ἀσίαν καταλέγει. Διαιροῦσι δὲ τὴν οἰκουμένην εἰς τρία, εἰς Ἀσίαν Εὐρώπην τε καὶ Λιβύην.