Ancient Greek
534.9
TIMOTHEUS, timotheus_defluviis_ggm2 534.9
Unproofread scanNot analysed yet
Περὶ τῆς Αἰγύπτου. Σινωπεῖτοῦ Διὸς χρυσᾶ οἰκήματα, ἐν ἀριστον θέαμα τοῖς ἀνθρώποις· ἀφ' οὗ καὶ ὁ Φάρος ἡ νῆσος τοῦ Πρωτέως καὶ ὁ τάφος τῶν τέχνων αὐτοῦ φαίνονται, ὥσπερ μακροὶ σκοπιοί. Μετ' αὐτὴν δὲ τὴν Ἀλεξάνδρειαν ἐστιν ὁ Πηλούσιον πρὸς ἀνατολὰς παρὰ τὴν Κασιώτιδα πέτραν, καὶ ἐστὶ πόλις [οὗ] τῆς Λιβύης ἀλλὰ τῆς Ἀιγύπτου, οἰκοῦσι δὲ αὐτὴν ἄνδρες ναυτικοί. Καὶ ἄλλοι πλεῖστοι, οἱ μὲν ἐπ' ὠκεανοῦ, οἱ δὲ κατὰ τὸ μέσον τῆς γῆς, οἱ δὲ κύκλῳ τῆς πλατέας λίμνης, τῆς καλουμένης Τριτωνίδος. Καὶ ταῦτα μὲν περὶ τῆς Λιβύης. Ἄκουε δὲ καὶ περὶ τῆς Εὐρώπης.