Ancient Greek
535.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 535.2
Unproofread scanNot analysed yet
Περὶ τῆς Εὐρώπης. 270-280. Τὸ τῆς Εὐρώπης σχῆμα ἐστὶ τετράπλευρον, ὃν μὲν πρὸς ὄψιν, πλατὺ δὲ πρὸς ἀνατολὰς. Ταύτης δὲ κατὰ τὴν ἐσχάτην γωνίαν οἰκοῦσι τὸ ἔθνος τῶν μεγαλοψύχων Ἰβήρων, πλησίον τῶν Στήλων, ἐπὶ τὸ τετραμμένον μήκος τῆς γῆς, ὅπου ἐστὶν ὁ ὠκεανὸς πᾶν ψυχρός. Ἐνταῦθα κατοικοῦσι καὶ οἱ Βρετανοὶ καὶ τὰ γένη τὰ λευκὰ τῶν πολεμικῶν Γερμανῶν. Ἔστι δὲ τούτων ἡ γῆ βοεῖα τὸ σχῆμα παραπλησία· φθάνουσι δὲ μέχρι τοῦ Ἑρκυνίου δάσους. Καὶ ἐπὶ τούτοις ἐστὶ τὸ Πυρηναῖον ὄρος καὶ τὰ οἰκήματα τῶν Κελτῶν, πλησίον τοῦ Ῥιδανοῦ τοῦ ποταμοῦ. Ἐξῆς δὲ μετὰ τούτων ἐστὶν ἡ Τυρσηνικὴ γῆ. Ταύτης δὲ ἐπὶ τὴν ἀνατολὴν ἡ τοῦ Ἄλπιος ὄρους ἀρχὴ ἐστὶν ἐπικειμένη τῇ Ἰταλίᾳ. Εἰς τὸ μέσον δὲ ταύτης τῆς Τυρσηνικῆς γῆς ἔρχεται ὁ Ῥήνος ὁ ποταμὸς πρὸς τὴν βορεῖναν θαλάσσαν. Ἐπὶ τῷ Ῥήνῳ δὲ τῷ ποταμῷ ῥεῖ ὁ μέγας ποταμὸς ὁ Ἴστρος, στρεφόμενος πρὸς ἀνατολὰς πλησίον τῆς θαλάσσης τῆς Εὐξεινοῦ· καὶ οὗτος καλεῖται Δάνουβις, ὅπου ἐρεύγεται πᾶν τὸ λεπτότατον τοῦ ὕδατος, συστρεφόμενος διὰ πενταπόρων προχοῶν τὴν Πεύκην τὴν νῆσον. Καὶ ἐπὶ τούτου μὲν πρὸς βορέαν πολλὰ γένη εἰσὶν ἐξηπλωμένα μέχρι τοῦ στόματος τῆς Μαϊώτιδος λίμνης· Γερμανοί, Σαρμάται, Γέται καὶ Βαστάρναι ἢ μᾶλλον εἰπεῖν Βατάρναι, καὶ ἡ γῆ ἡ πλεῖστη τῶν Δακῶν, καὶ οἱ ἰχθυροὶ Ἄλανοι, καὶ οἱ Ταῦροι, οἵτινες κατοικοῦσι τὸν μέγαν δρόμον τοῦ Ἀχιλλέως, τὸν στενὸν καὶ μακρὸν καὶ τὸ στόμα αὐτῆς τῆς Μαϊώτιδος λίμνης. Καὶ ὑπεράνω δὲ τούτων ἐξηπλώτατο τὸ γένος τῶν πολυπίπων Ἁγαυῶν, ὅπου εἰσὶν οἱ ἄνδρες οἱ Μελαγλάγαιοι καὶ οἱ Ἱππημολγοί, οἱ Νευροὶ καὶ οἱ Ἱππόποδες καὶ οἱ Γελωνοὶ καὶ οἱ Ἀγιάθρουσοι, ὅπου τοῦ Βορυσθένους ποταμοῦ τὸ ὕδωρ σμίγνεται τῷ Εὐξείνῳ πόντῳ ἀπέμπροσθεν τοῦ Κριοῦ μετώπου, ἐξεναίνιας τῶν Μελαινῶν Πετρῶν. Ἐκεῖθεν δὲ τοῦ Ἀλδύτχου καὶ τοῦ Παντικάπου τῶν δύο ποταμῶν τὰ ὕδατα ἀναδλῦζονται κεχωρισμένα ἐν τοῖς ὄρεσι τοῖς Ῥιπαίοις. Παρὰ δὲ ταῖς προχοαῖς τούτων πλησίον τῆς νεκρᾶς θαλάσσης τοῦ ὠκεανοῦ αὐξάνεται ὁ ἡλεκτρος ὁ λαμπρὸς λίθος· ἐκεῖ δὲ πησίον καὶ ὑπὸ τοῖς ψυχροῖς Ἀγαθῦρσοις εὑρίσκεται ὁ ἀδάμας. Τοσοῦτοι μὲν γεγένηνται οἱ οἰκοῦντες τὸν Ἴστρον τὸν ποταμὸν πρὸς τὸν βορέαν. Πρὸς δὲ τὸν νότον εἰσὶν οἱ Γέραι, καὶ αἱ ἰσχυραὶ πόλεις τῶν Ὀρίων, οἱ Παννόνιοι (οἱ Βουλγαροί) καὶ αὐτοὶ οἱ Θράκες, οἵτινες ἀπειρον γῆν ἔχοντες, οἱ μὲν κατοικοῦσιν ἐπὶ ταῖς πλευραῖς τῆς Προποντίδος, οἱ δὲ ὑπὲρ τὸν Ἑλλησπόντον, οἱ δὲ ὑπὲρ τὸ Αἰγαῖον πέρανος, ὅπου ἐπὶ τὴν κορυφὴν τῆς Ἑλλάκης, τοῦ Θρακικοῦ ὄρους, εὑρίσκεται ὁ λίθος ὁ ἀστερίος, ὅστις ὥσπερ λύχνος λάμπει ἐν τῇ νυκτί. Τοσοῦτοι μὲν περὶ οἰκοῦσι τὸν Ἴστρον τὸν ποταμόν.