Ancient Greek
544.6
TIMOTHEUS, timotheus_defluviis_ggm2 544.6
Unproofread scanNot analysed yet
Περὶ τοῦ μεγέθους τῆς γῆς. Περὶ δὲ τοῦ μεγέθους τῆς γῆς πολλοὶ γεγόνασι δόξαι. Ἀπερήγαντο δὲ ὑστερον πάντες, ὡς σταδίων μυριάδων εἴκοσι καὶ πέντε ἐστὶν ἡ περίμετρος αὐτῆς, ἀποδείξαντες τοῦτο διὰ μεθόδων γεωμετρικῶν, ἃς ποιοῦνται μίλια χιλιάδες τριάκοντα τρεῖς καὶ τριακόσια τριάκοντα τρία, καὶ στάδια δύο ἡμίσε. Τὸ δὲ στάδιον ἔχει ὀργυίας ἑκατὸν, ἥτοι τὸ μίλιον ἔχει ὀργυίας ἑπτακοσίας πεντήκοντα. Ἔτεροι δὲ μετρήσαντες τὴν γῆν, εὗρον αὐτὴν μίαν μοῖραν τῶν οὐρανίων μοιρῶν, ἥτοι τριακοστὸν ζῳδίου ἑνός. Τὰ γὰρ δώδεκα ζῳδία τὰ ἐν τῷ οὐρανῷ ἀνὰ τριάκοντα μοῖρας ἔχοντα, ποιοῦσι μοῖρας τριακοσίας ἐξήκοντα.