Ancient Greek
544.8
TIMOTHEUS, timotheus_defluviis_ggm2 544.8
Unproofread scanNot analysed yet
Ἡ δὲ ἡμετέρα οἴκησις, ὡς εἴρηται, ἐν τῷ βορείῳ μέρει ἐστί· διὰ τοῦτο ὁ μὲν βόρειος πόλος φαίνεται ἡμῖν, ὁ δὲ νότιος οὐδαμῶς. Ἡ δὲ ἄγνωσμένη τῆς γῆς οἴκησις κατὰ μὲν τὴν ἀνατολὴν τελευταῖα ἐν τινὶ πόλει τῶν εἰρημένων Σίνων, Σύρα καλουμένῃ· τὰ γὰρ ἐπὶ-κεῖνα ταύτης, ὡς ἱστοροῦσι, τέλματα τέ ἐστι καὶ κάλαμοι, καὶ διέλευσις ἀπ’ αὐτῆς ἀνατολικώτερα οὐκ ἐστίν. Κατὰ δὲ τὴν δύσιν τελευταῖα ἡ οἴκησις ἐπέκεινα τῆς Ἰστανίας πρὸς τῷ δυτικῷ ὠκεανῷ, εἰς ὃν εἰσβάλλει αὐτὴ ἡ καθ’ ἡμᾶς θάλασσα. Ἀπέχουσι δὲ τῆς γῆς αἱ λεγόμεναι τῶν μακάρων νῆσοι διάστημα χιλίων μίλιων· αἳτινες πρῶτον μὲν ἦσαν οἰκουμέναι καὶ ἐπί-