Ancient Greek
568.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 568.1
Unproofread scanNot analysed yet
πλὴν ταττέσθω ἡ Α Γ βόρειον καὶ νότιον, ἡ δὲ Β Δ δυτικὸν καὶ ἀνατολικόν, ὡσαύτως καὶ ἡ μὲν Ε Η θερινὸς τροπικὸς, ἡ δὲ Ζ Θ χειμερινός. Ὑποδόμεθα τοίνυν ἀνὶντα τὸν ἥλιον ἐπὶ τὰς θερινὰς τροπὰς, τὸ ἐπιόντα [ἐπὶ] τὰς χειμερινὰς· ἀνάγκη τὸ ἡμισφαίριον φωτίζειν, ὅπου ἂν καὶ ἔστι. Καὶ ὅρα μοι τὰς ἀπὸ τοῦ ΕΖ καὶ ΗΘ ἐκβαλλομένας γραμμὰς, καὶ ὅσον τὸ περιττεύον τῷ βορεῖῳ ἢ τῷ νοτίῳ ἐννόησον. Οὕτω γὰρ ποιῶν ῥαδίως δυνήσῃ γνῶναι τὴν ἑκάστου διαφορὰν. Ταύτῳ οὖν δεῖ νοεῖν ἐφ’ ὅλῳ τῷ πῶλῳ. Ἰδοὺ σοι καὶ τούτου τὴν λύσιν ὡς ἂν δυνατὸν ἐν ἐπιπέδῳ νοῆσαι παραδιδόχαιμεν, εὐκολωτέρως δ’ ἂν ἔχεις νοῆσαι, εἰ τὴν οἰκουμένην κατεσκευάσαμεν.