Ancient Greek
568.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 568.2
Unproofread scanNot analysed yet
III. [Ἐκθεσις τῶν παραλλήλων.] 11. Εἰδέναι δὲ σε θέλω καὶ τοῦτο, ὡς ἡ οἰκουμένη πᾶσα εἴκοσι καὶ τρισὶ παραλλήλοις μερίζεται, ὡς παρὰ τοῦ τεχνικοῦ Πτολεμαίου μαθάνδονμεν, οἷ τὴν τῶν κλιμάτων ἡμῖν δηλοῦσι θέσιν, δι’ ὧν αἱ τῶν ἡμερῶν καὶ νυκτῶν αὐξήσεις τε καὶ μειώσεις γίνονται. Θαυμασίως δὲ δηλοῦσιν ἀπ’ ἀνατολῶν ἕως δυσμῶν οἱ τοιοῦτοι παράλληλοι τὰς τε ἐπαρχίας, ὅσαι ὑπὸ τὸν αὐτὸν παράλληλόν εἰσι, τὰς τε πόλεις καὶ τἆλλα ὅσα τῇ γεωγραφίᾳ παρέπονται.