Ancient Greek
573.2 to 574.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 573.2-574.1
Unproofread scanNot analysed yet
9. Οὐ πρὸ πολλοῦ δὲ τῶν τοῦ Ῥήνου πηγῶν τὰς ἀρχὰς ἔχων ὁ Ἴστρος, δι’ μέχρι Νοῦιοδούνου πόλεως Δάνουβιν καλοῦσιν, ὁρίζει τὴν Γερμανίαν πρὸς τὰ ὑποκείμενα ἔθνη, Ῥαιτίαν μὲν καὶ Οὔινδελικίαν καὶ Νορικόν ὑπὲρ τὰς Ἄλπεις καὶ τὴν Ἰταλίαν κείμενα, ἔκτος δὲ τῶν Ἄλπεων τὰς δύο Παννονίας, ὅφ’ ἃς [ἥ] ἐστι κατὰ τὰ ἀνατολὴ Δαλματία καλεῖται. 10. Τῆς Γερμανίας μετὰ τὸν Οὐιστούλαν ποταμὸν ἔχεται Σαρματία, ἀναλαμβάνουσα πολλὴν γῆν καὶ πολλαὶ ἔθνη καὶ τῆς ἑτέρας ἡπείρου μένουσα δὲ πως ἀποτερματίζεται παρὰ Εὐρώπῃ λίμνῃ τῇ Μαυώτιδιεἶτα μετὰ τὸν ἰσθμὸν τῆς Ταυρικῆς χερρονήσου (αὕτη δὲ ἄκειται πορθμὸν πρὸς τὴν Ἀσίαν ποιοῦσα τὸν καλούμενον Κιμμέριον Βόσπορον) ἀπολαμβάνει τοῦ Πόντου τὰ μέχρι Βορυσθένους ποταμοῦ. 11. Καὶ ἐστιν ὑπὸ μὲν τὰ δυτικώτατα τῆς Σαρματίας ἐπὶ νότον κατιούσα μετὰ τοὺς Ἴζυγας τοὺς Μετανάστας ἡ Δακία, ὁριζομένη τῷ Ἴστρῳ, ὑπὸ δὲ τὰ λοιπὰ καὶ πρὸς ἀνατολὰς ὑποδέδληπται ἡ κάτω Μυσία· ἐπιλαμβάνει δὲ καὶ αὐτὴ συγχὸν τι καὶ τῆς ὑπὲρ τὸν Ἴστρον χώρας, τὴν τε παράλιον κατέχει πᾶσαν ὅση ἕστιν ἀπὸ Βορυσθῆνος ἕπὶ Μεσημβρίαν πόλιν.