Ancient Greek
574.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 574.2
Unproofread scanNot analysed yet
12. Ὑπόκειται δὲ καὶ τῇ Δακίᾳ μετὰ τὸν Ἴστρον ἡ ἄνω Μυσία, συνάπτουσα πρὸς μὲν ἀνατολὰς τῇ κάτω Μυσίᾳ, πρὸς δὲ δύναμιν Δαλματίαι. Ἔστι δὲ καὶ ὑπὸ τὴν Δαλματίαν καὶ μέρος τῆς ἄνω Μυσίας ἡ Μακεδονία, ὑπὸ δὲ τὸ λοιπὸν ἐκείνης τε καὶ τὴν κάτω ἡ Θράκη. Πρὸς ταύτῃ δὲ ἕστι καὶ ἡ ἴδιως καλουμένη Χερσόνησος. Τῆς δὲ Μακεδονίας πρὸς νότον ἐπὶ τὰς δύσεις ἡ Ἠπειρος κεῖται, ἐπὶ δὲ τὰς ἀνατολὰς ἡ Θεσσαλία, αἷς ὑπόκειται ἡ Ἑλλάς, κατὰ τὸν ἐν τῷ Κρισαίῳ κόλπῳ ἰσθμὸν ποιούσα τὴν Πελοπόννησον.