Ancient Greek
607.9 to 608.7
TIMOTHEUS, timotheus_defluviis_ggm2 607.9-608.7
Unproofread scanNot analysed yet
15 Ὅτι ἄλλος μὲν ὁ τῆς Ἰνδικῆς χωρογράφος, ἀγνοῶν τὴν Ἑλλάδα τυγχάνει, καὶ ἄλλος ὁ τῆς Αἰγύπτου, ἀγνοῶν τὰ τῆς Περσίδος καὶ Βακτριανῆς. οὐτως καὶ ἐπὶ γεωγραφίας τὴν μὲν θέσιν τῆς χώρας καὶ τὴν πρὸς τὰ οὐράνια σχέσιν πολυπραγμονοῦμεν, εἰ δὲ πολὺν χημος ἢ ἀμιχθαλδέστος ἢ τι τοιούτον, ἐώμεν. 28. Ὅτι μυθεύει μὲν ὁ τὰς Γοργόνας εἰσάγων, 20. Ὅτι Ἐρατοσθένης οὔτε τῶν ἀπαιδεύτων ἦν οὔτε τῶν γνησίως φιλοσοφούντων διὸ καὶ Βῆτα ἐκαλεῖτο, ὡς τὰ δευτεραῖα φέρειν δοκῶν ἐπὶ πάσῃ παιδείᾳ· ὡς καὶ τὴν ποιητικὴν οὐ φιλοσοφίαν πρώτην ἠξίου καλεῖν, ἀλλὰ μόνον ψυχαγωγίαν τινά, κακῶς λέγων. 21. Ὅτι ἡ ποιητικὴ πηγὴ καὶ ἀρχὴ φράσεως κατεσκευασμένης καὶ ῥητορικῆς ὑπάρχει μετὰ τοῦ σμενοῦ καὶ ὀγκώδους. Ἄμελει καὶ πεζὸν λόγον φαμὲν τὸν ἄνευ μέτρου ἐκ τοῦ ὕψους ταπεινωθέντα. 22. Ὅτι τοὺς μύθους αἱ τε παλαιαὶ πόλεις καὶ οἱ νόμοι ἀδέξαντο, ὡς μορμολύκας τινὰς πρὸς τοὺς νηπίοφρονας, ὧν Κωκυτοὺς, Ἀχέροντας, Πυριφλεγέθοντας, Στύγας καὶ ἀπλῶς πᾶσαν θεολογίαν παλαιάν. 23. Ὅτι τὸ «ἴσχε ψεύδεα πολλὰ λέγων ἐτύμοισιν ὁμοῖα »οὐ πάντα δηλοῦσι, ἀλλὰ πολλὰ καὶ μυθώδη· οὐ γὰρ ἂν ἦν ἐτύμοισιν ὁμοῖα. Τοιούτου δ' οἱ μῦθοι περὶ τὴν Ἀλθεῖαν εἰλούμενοι· «ὡς δὲ τις χρυσὸν περιχέεται ἀργύρῳ ἄνθρ, »οὕτως καὶ οἱ μῦθοι. 24. Ὅτι Αἰαίην τὴν Κίρκην Ὅμηρος ὀνομάζει ἀπὸ τῆς Αἴας πόλεως, καὶ τὰς Συμπληγάδας [τάς] ἐν Βυζαντίῳ Πλαγκτὰς, καὶ τὸν Πόντον τὸν Εὐξείνον κατ' ἐξοχὴν τῶν ἄλλων τόπων ὑπονοούμενον μέγιστον εἶναι, πρὸς ὠκεανὸν μυθολογεῖ, καὶ τοὺς Κιμμερίους ἀπὸ τοῦ κλίματος τοῦ νεφελώδους, ὡς ἐσκοτισμένους ἔλους, καὶ τὸν Σικελικὸν πορθμὸν ὑπὸ ληστῶν κατεχόμενον εἰς Σκύλλαν, καὶ τὰ δμοια. 25. Ὅτι περὶ Σικελίας τὴν θάλασσαν ἡγοῦνται γένος εἶναι, οὓς καλοῦσι γαλεώτας τε καὶ ξιφίας καὶ κύνας, ἐξ ὧν λαβὼν Ὅμηρος ἔλεγε· «δελφινὰς τε κύνας τε καὶ σῖκοθεν ἄλλο λάβησιν κήτος ».