Ancient Greek
608.8 to 609.1
TIMOTHEUS, timotheus_defluviis_ggm2 608.8-609.1
Unproofread scanNot analysed yet
26. Ὅτι τὸ «τρίς μὲν γὰρ τ' ἀνίησιν ἐπ' ἡματι, τρίς δ' ἀναρριδεῖ »δεῖ νοεῖν, ὅτι διὰ τοῦτο γίνεται καὶ οὐ τρίς· διὸ δεῖ ἢ μεταβολὰς αἰτιῶσθαι ἢ ἄγνοιαν ἢ ποιητικὴν ἐξουσίαν. 27. Ὅτι ἡ ποιητικὴ σύγκειται ἐξ ἱστορίας καὶ διαθέσεως καὶ μύθου. Τῆς μὲν οὖν ἱστορίας τέλος ἀληθεία ἐστιν, ὡς ἐν νεῶν καταλόγῳ ὧν πολυτρήμονα καὶ πετρήεσσαν· τῆς δὲ διαθέσεως ἐνέργεια τὸ τέλος, ὡς ὅταν μαχομένους εἰσάγῃ· μύθου δὲ ἡδονὴ καὶ ἐκπληξὶς τὸ τέλος. προσμιμνεῖ δὲ ἡ τὴν τοῦ Ὀδυσσέως πλάνην ἐκτραγωδῶν. 29. Ὅτι τὸ «Βορέης καὶ ζέφυρος, τῷ τε Θρήκην ἀήτον, »καλῶς εἴρηται· ὁ γὰρ Μέλας κόλπος τῆς Θράκης, ἐπιστρέφον πρὸς νότον, τοὺς ἐν Λήμνῳ καὶ Σαμοθράκῃ τὸν ζέφυρον ἐκ Θράκης πνέοντα παρέχει.