Ancient Greek
612.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 612.2
Unproofread scanNot analysed yet
41. Ὅτι Πυθέας ὁ Μασσαλιώτης, δοκῶν εἶναι φιλόσοφος, ψευδίστατος ἠλέχθη ἐν οἷς τὰ περὶ Θουλήν καὶ Βρετανίας γεωγράφησι. 42. Ὅτι τινὲς Ἀλεξάνδρῳ συνεβούλευον, διαιροῦντα τοὺς ἀνθρώπους εἰς Ἕλληνας καὶ βαρβάρους τοὺς μὲν ὡς φίλους, τοὺς δὲ ὡς πολεμίους χρῆσθαι· ὁ δὲ ἀπεκρίνατο, ἀμείνον εἶναι ἀρετῇ καὶ κακίᾳ διαιρεῖν τούτους· εἶναι γὰρ Ἰνδούς μὲν καὶ Ἀρίους καὶ Ῥωμαίους καὶ Καρχηδονίους ἀριστοκρατουμένους καὶ καλῶς πολιτευομένους, Ἀθηναίους δὲ οὐχ οὕτως.