Ancient Greek
612.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 612.4
Unproofread scanNot analysed yet
ΧΡΗΣΤΟΜΑΘΕΙΑΙ ΕΚ ΤΩΝ ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΩΝ ΒΙΒΛΙΟΝ Β'. 1. Ὅτι ἡ Βακτριανὴ γῶρα εὐδαιμονεστάτη ἐστι καὶ εὐφρονεστάτη. Ἐν δὲ τῇ Ὑρκανίᾳ ἡ ἀμπελος μετρητὴν οἶνον φέρει, ἡ δὲ συκὴ μεδιμνους ξ'· ὁ δὲ σῖτος ἐκ τοῦ ἐκπεσόντος καρποῦ τῆς καλάμης πάλιν φύεται· ἐν δὲ τοῖς δένδροις σμηνουργεῖται, καὶ τῶν φύλλων ἀπορρεῖ μέλι. Γίνεται δὲ καὶ ἐν τῇ Ματιανῇ τῆς Μηδίας τοῦτο καὶ τῆς Ἀρμενίας ἐν τῇ Σακαστῇ καὶ τῇ Ἀραξηνῇ. Ἀλλ’ ἐπειδή αὗται νοτιώτεραι εἰσι τῆς Ὑρκανίας καὶ εὐκραέστεραι, οὐ θαῦμα· ἐν δὲ τῇ Μαργιανῇ ὁ τῆς ἀμπέλου πυθμὴν γίνεται πολλάκις δυεὶν ἀνδρῶν ὀργυμίας περιληπτός, ὁ δὲ βότρυς δίπηνυς. Ἀλλὰ καὶ ἡ Ἄρια παραπλησία ἐστιν, εὐονία δὲ καὶ ὑπερβάλλει· ἐν ᾗ καὶ εἰς τριγένειαν τὸν οἶνόν φασι μένειν ἐν ἀπιασώτοις ἄγγεσιν. Πάμφορος δ’ ἐστὶ καὶ ἡ Βακτριανὴ πλὴν ἐλαίῳ.