Ancient Greek
612.8 to 613.4
TIMOTHEUS, timotheus_defluviis_ggm2 612.8-613.4
Unproofread scanNot analysed yet
2. Ὅτι ἡ Βαγαδανία γῶρα τῆς Καππαδοκίας, πεδίον οὖσα ἐξαισίον μεταξὺ Ἀργαίου ὄρους καὶ Ταύρου, διὰ τὸ εἶναι ὑψηλὴ οὐδὲ ξυλφορεῖ. Τὰ δὲ περὶ Σινώπην καὶ Ἀμισὸν καὶ Φαναρίαν, καίτοι τρισχιλίων σταδίων ὄντα βορειότερα, καὶ ἐλαιόφυτα καὶ εὐξείμερα ἐστι, διὰ τὸ εἶναι ταπεινότερα, καὶ ὑπὸ τῆς θαλάσσης ἀλεαίνεσθαι. 3. Ὅτι περὶ τὰς ἐκβολὰς Βορυσθένους καὶ τὴν παρωκεανίτιν Κελτικήν ἡ οὐ φύεται ἀμπελος ἢ οὐ τελεσφορεῖ ἢ ὀλιγοκαρπεῖ· τοῦ δὲ χειμῶνος κατορύττεται. 4. Ὅτι τοσοῦτον περὶ τὴν Μαϊωτὶν ἦσθεν ὑπερβολὴ τοῦ χιμοῦ, ὥστε ἐν ᾧ χωρίῳ οἱ τοῦ Μιθριδάτου στρατηγοὶ ἐνίκησαν τοὺς βαρβάρους ἱππομαχοῦντας ἐπὶ τοῦ χρυστάλλου, ἐν τῷ αὐτῷ ναυμαχοῦντες ἐνίκησαν τοὺς αὐτούς. 12. Ὅτι ὁ γεωγράφος ἀρχὰς ἔχει τὰς τῆς γῆς ἀναμετρήσεις τῶν μαθηματικῶν· αὗται δὲ τὰς ἀστρονομικάς ἀποδείξεις· αὗται δὲ τὴν φυσικὴν ἐπιστήμην, ἀρετὴν οὖσαν καὶ ἐπιστήμην ἀνυπόθετον καθ’ αὐτήν. Αἱ γὰρ ἀρεταὶ ἀνυπόθετοι εἰσι καὶ ἐξ ἑαυτῶν χρῆνται |5. Ὅτι τοσοῦτον ψῦχος γίνεται περὶ τοὺς τόπους ἐκείνους, ὡς καὶ τὰς χαλκὰς ὑδρίας ὑπὸ τοῦ χειμῶνος διαρρήγνυσθαι· ὡς καὶ τὸ ἐπίγραμμα δηλοῖ τὸ ἐν τῷ Ἀσκληπιείῳ τῶν Παντικαπαίων ἐπὶ τῇ θραγεῖσῃ ὑδρίᾳ· εἰ τις ἀπ’ ἀνθρώπων μὴ πείθεταί, οἷα παρ’ ἡμῖν γίγνεται, εἰς τήνδε γνώτω ἰδὼν ὑδρίαν· ἣν, οὐχ ὡς ἀνάθημα θεοῦ καλόν, ἀλλ’ ἐπίδειγμα χειμῶνος μεγάλου, θιγ’ ἱερεῦ, Στράτιε· 6. Ὅτι Ἰππαρχὸς φησι κατὰ τὸν Βορυσθένῃ καὶ τὸ ζ’ χιλία ἐν ὅλαις ταῖς θεριναῖς νυξὶ παραγινέσθαι τὸ τοῦ ἡλίου φῶς, περιεστάμενον ἀπὸ τῆς δύσεως ἐπὶ τὴν ἀνατολὴν· ταῖς δὲ χειμεριναῖς τροπαῖς τὸ πλεῖστον μετεωρίζεσθαι τὸν ἥλιον ἐπὶ πτῆχεις θ’, ἐν δὲ Βρεταννίαις περὶ πτῆχεις δ’, ἔνθα καὶ ἡ μεγίστη ἡμέρα ὡρῶν ἐστὶν ἰσημερινῶν ιθ’.