Ancient Greek
614.5
TIMOTHEUS, timotheus_defluviis_ggm2 614.5
Unproofread scanNot analysed yet
16. Ὅτι, τμηθείσης τῆς ὅλης γῆς ὑπὸ τοῦ ἰσημερινοῦ καὶ τοῦ παραλλήλου τούτῳ ἀρκτικοῦ κύκλου πρὸς βορρᾶν, γίνεται τὸ σχῆμα σπονδύλος· οὕ τμηθέντος διὰ τοῦ κύκλου τοῦ ἀφορίζοντος τὸ τε δυμικώτατον καὶ ἀνατολικώτατον μέρος τῆς οἰκουμένης, ὅπερ ἐστὶ κύκλος μεσημβρινός, γίνεται τὸ περιλειπόμενον σχῆμα ἡμίσιον σπονδύλου· οὗ ἡ ἐπιφάνεια, χλαμυδοειδὴς οὖσα, ποιεῖ τὴν καθ’ ἡμᾶς οἰκουμένην, περιχλυζομένην τῷ Ἀτλαντικῷ πελάγει, ἤτοι νῆσον δίχην ἢ κατὰ τὸ πλεῖστον μέρος περιχλυζομένην.