Ancient Greek
614.6 to 614.7
TIMOTHEUS, timotheus_defluviis_ggm2 614.6-7
Unproofread scanNot analysed yet
17. Ὅτι τὸ τῆς οἰκουμένης μῆκος στάδια ἐστὶ μυριάδες ζ’, τὸ δὲ πλάτος αὐτῆς μυριάδες σταδίων γ’, ἀφοριζόμενον ὑπὸ τῶν διὰ καῦμα καὶ ψῦχος ἀοίκητων. Τὸ μὲν οὖν διὰ καῦμα ἀοίκητον τῆς οἰκουμένης μέρος πλάτος ἔχει στάδια ,ηω’, μῆκος δὲ τὸ μέγιστον μυριάδων ιβ’ ,ς σταδίων, ὅπερ ἐστὶν ἡμίσιον τοῦ ἰσημερινοῦ. 18. Ὅτι κατὰ Ἐρατοσθένην ἡ τῆς γῆς περίμετρος στάδια εἰσὶ μυριάδες κα’ β’· ὧν τὸ ἑξήκοστόν μέρος γίνεται ,δρ’ σταδίων.