Ancient Greek
624.2
TIMOTHEUS, timotheus_defluviis_ggm2 624.2
Unproofread scanNot analysed yet
17. Ὅτι ἡ πλεῖστος τῆς Μεγάλης Βρεταννίας πεδίας ἐστι καὶ κατάδρομος· πολλὰ δὲ ἔχει καὶ ὀρεινά· φέρει δὲ σῖτον καὶ βοσκήματα καὶ μέταλλα χρυσοῦ καὶ ἀργύρου καὶ σιδήρου· καὶ δέρματα δὲ καὶ ἀνδράποδα χορῆγει καὶ κύνας κυνηγετικούς. Κελτοὶ δὲ καὶ τοὺς κυσι τούτους χρῶνται πρὸς τοὺς πολέμους. Εἰσὶ δ' οἱ Βρετανοὶ εὐμήκεις τοῖς σώμασιν· τὰ δ' ἤθη ἀπλούστερα καὶ βαρβαρώτερα ἔχουσιν, ἢπερ οἱ Κελτοί· ὅστι· ἐνιοὶ διὰ τὸ ἀγνοεῖν, καίτοι γάλακτος εὐποροῦντες, οὐ τυροποιοῦσιν. Ἀπείροι δ' εἰσι καὶ κηπείας καὶ τινων γεωργίας τρόπων. Πόλεις δ' αὐτοῖς οἱ δρόμοι εἰσὶ· περιρράζαντες γὰρ δένδροις καταπεδημένοις εὐρυχερῇ κύκλον, ἐνταῦθα καὶ αὐτοὶ καλυδοποιοῦνται καὶ τὰ βοσκήματα κατασταθμεύουσιν, οὗ πρὸς πολὺν χρόνον. Ἐπομβροὶ δ' εἰσὶν οἱ ἀέρες μᾶλλον ἢ νιφετώδεις αὐτοῖς. Ἐν δὲ ταῖς αἰθρίαις ἀμὴλῃ κατέχει πολὺν χρόνον, ὥστε δι' ἡμέρας ὅλης ἐπὶ τρεῖς μόνον ἢ τέτταρας ὥρας τὰς περὶ τὴν μεσημβρίαν ὁρᾶσθαι τὸν ἥλιον.